Psaumes - Κεφάλαιο 99

Psaumes 99.1 ψαλμὸς εἰς ἐξομολόγησιν ἀλαλάξατε τῷ κυρίῳ πᾶσα ἡ γῆ. Psaumes 99.2 δουλεύσατε τῷ κυρίῳ ἐν εὐφροσύνῃ εἰσέλθατε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει. Psaumes 99.3 γνῶτε ὅτι κύριος αὐτός ἐστιν ὁ θεός αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ. Psaumes 99.4 εἰσέλθατε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις ἐξομολογεῖσθε αὐτῷ αἰνεῖτε τὸ ὄνομα αὐτοῦ. Psaumes 99.5 ὅτι χρηστὸς κύριος εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ.

Psaumes : Κεφάλαιο 99

Lisez κεφάλαιο 99 de Psaumes (Ancien testament en grec - Septante). Aperçu: ψαλμὸς εἰς ἐξομολόγησιν ἀλαλάξατε τῷ κυρίῳ πᾶσα ἡ γῆ....