Psaumes - Κεφάλαιο 98

Psaumes 98.1 ψαλμὸς τῷ Δαυιδ ὁ κύριος ἐβασίλευσεν ὀργιζέσθωσαν λαοί ὁ καθήμενος ἐπὶ τῶν χερουβιν σαλευθήτω ἡ γῆ. Psaumes 98.2 κύριος ἐν Σιων μέγας καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς. Psaumes 98.3 ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ ὅτι φοβερὸν καὶ ἅγιόν ἐστιν. Psaumes 98.4 καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ σὺ ἡτοίμασας εὐθύτητας κρίσιν καὶ δικαιοσύνην ἐν Ιακωβ σὺ ἐποίησας. Psaumes 98.5 ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ ὅτι ἅγιός ἐστιν. Psaumes 98.6 Μωυσῆς καὶ Ααρων ἐν τοῖς ἱερεῦσιν αὐτοῦ καὶ Σαμουηλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ ἐπεκαλοῦντο τὸν κύριον καὶ αὐτὸς ἐπήκουσεν αὐτῶν. Psaumes 98.7 ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ καὶ τὰ προστάγματα ἃ ἔδωκεν αὐτοῖς. Psaumes 98.8 κύριε ὁ θεὸς ἡμῶν σὺ ἐπήκουες αὐτῶν ὁ θεός σὺ εὐίλατος ἐγίνου αὐτοῖς καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν. Psaumes 98.9 ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ ὅτι ἅγιος κύριος ὁ θεὸς ἡμῶν.

Psaumes : Κεφάλαιο 98

Lisez κεφάλαιο 98 de Psaumes (Ancien testament en grec - Septante). Aperçu: ψαλμὸς τῷ Δαυιδ ὁ κύριος ἐβασίλευσεν ὀργιζέσθωσαν λαοί ὁ καθήμενος ἐπὶ τῶν χερουβιν σαλευθήτω ἡ γῆ....