Psaumes - Κεφάλαιο 58

Psaumes 58.1 εἰς τὸ τέλος μὴ διαφθείρῃς τῷ Δαυιδ εἰς στηλογραφίαν ὁπότε ἀπέστειλεν Σαουλ καὶ ἐφύλαξεν τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν. Psaumes 58.2 ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου ὁ θεός καὶ ἐκ τῶν ἐπανιστανομένων ἐπ’ ἐμὲ λύτρωσαί με. Psaumes 58.3 ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με. Psaumes 58.4 ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου ἐπέθεντο ἐπ’ ἐμὲ κραταιοί οὔτε ἡ ἀνομία μου οὔτε ἡ ἁμαρτία μου κύριε. Psaumes 58.5 ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυναν ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἰδέ. Psaumes 58.6 καὶ σύ κύριε ὁ θεὸς τῶν δυνάμεων ὁ θεὸς Ισραηλ πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη μὴ οἰκτιρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν διάψαλμα. Psaumes 58.7 ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσιν πόλιν. Psaumes 58.8 ἰδοὺ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν ὅτι τίς ἤκουσεν. Psaumes 58.9 καὶ σύ κύριε ἐκγελάσῃ αὐτούς ἐξουδενώσεις πάντα τὰ ἔθνη. Psaumes 58.11 ὁ θεός μου τὸ ἔλεος αὐτοῦ προφθάσει με ὁ θεὸς δείξει μοι ἐν τοῖς ἐχθροῖς μου. Psaumes 58.12 μὴ ἀποκτείνῃς αὐτούς μήποτε ἐπιλάθωνται τοῦ λαοῦ μου διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου καὶ κατάγαγε αὐτούς ὁ ὑπερασπιστής μου κύριε.

Psaumes : Κεφάλαιο 58

Lisez κεφάλαιο 58 de Psaumes (Ancien testament en grec - Septante). Aperçu: εἰς τὸ τέλος μὴ διαφθείρῃς τῷ Δαυιδ εἰς στηλογραφίαν ὁπότε ἀπέστειλεν Σαουλ καὶ ἐφύλαξεν τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν....