Psaumes - Κεφάλαιο 54

Psaumes 54.1 εἰς τὸ τέλος ἐν ὕμνοις συνέσεως τῷ Δαυιδ. Psaumes 54.2 ἐνώτισαι ὁ θεός τὴν προσευχὴν μου καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου. Psaumes 54.3 πρόσχες μοι καὶ εἰσάκουσόν μου ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου καὶ ἐταράχθην. Psaumes 54.4 ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ ὅτι ἐξέκλιναν ἐπ’ ἐμὲ ἀνομίαν καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. Psaumes 54.5 ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ’ ἐμέ. Psaumes 54.6 φόβος καὶ τρόμος ἦλθεν ἐπ’ ἐμέ καὶ ἐκάλυψέν με σκότος. Psaumes 54.7 καὶ εἶπα τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς καὶ πετασθήσομαι καὶ καταπαύσω. Psaumes 54.8 ἰδοὺ ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ διάψαλμα. Psaumes 54.9 προσεδεχόμην τὸν σῴζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ καταιγίδος.

Psaumes : Κεφάλαιο 54

Lisez κεφάλαιο 54 de Psaumes (Ancien testament en grec - Septante). Aperçu: εἰς τὸ τέλος ἐν ὕμνοις συνέσεως τῷ Δαυιδ....