Psaumes - Κεφάλαιο 53

Psaumes 53.1 εἰς τὸ τέλος ἐν ὕμνοις συνέσεως τῷ Δαυιδ. Psaumes 53.2 ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ σαουλ οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ’ ἡμῖν. Psaumes 53.3 ὁ θεός ἐν τῷ ὀνόματί σου σῶσόν με καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με. Psaumes 53.4 ὁ θεός εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου. Psaumes 53.5 ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ’ ἐμέ καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν διάψαλμα. Psaumes 53.6 ἰδοὺ γὰρ ὁ θεὸς βοηθεῖ μοι καὶ ὁ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου. Psaumes 53.7 ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου ἐν τῇ ἀληθείᾳ σου ἐξολέθρευσον αὐτούς.

Psaumes : Κεφάλαιο 53

Lisez κεφάλαιο 53 de Psaumes (Ancien testament en grec - Septante). Aperçu: εἰς τὸ τέλος ἐν ὕμνοις συνέσεως τῷ Δαυιδ....