Psaumes - Κεφάλαιο 52

Psaumes 52.1 εἰς τὸ τέλος ὑπὲρ μαελεθ συνέσεως τῷ Δαυιδ. Psaumes 52.2 εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ οὐκ ἔστιν θεός διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις οὐκ ἔστιν ποιῶν ἀγαθόν. Psaumes 52.3 ὁ θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἢ ἐκζητῶν τὸν θεόν. Psaumes 52.4 πάντες ἐξέκλιναν ἅμα ἠχρεώθησαν οὐκ ἔστιν ποιῶν ἀγαθόν οὐκ ἔστιν ἕως ἑνός. Psaumes 52.5 οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν οἱ ἔσθοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν θεὸν οὐκ ἐπεκαλέσαντο. Psaumes 52.6 ἐκεῖ φοβηθήσονται φόβον οὗ οὐκ ἦν φόβος ὅτι ὁ θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων κατῃσχύνθησαν ὅτι ὁ θεὸς ἐξουδένωσεν αὐτούς.

Psaumes : Κεφάλαιο 52

Lisez κεφάλαιο 52 de Psaumes (Ancien testament en grec - Septante). Aperçu: εἰς τὸ τέλος ὑπὲρ μαελεθ συνέσεως τῷ Δαυιδ....