Psaumes - Κεφάλαιο 46

Psaumes 46.1 εἰς τὸ τέλος ὑπὲρ τῶν υἱῶν Κορε ψαλμός. Psaumes 46.2 πάντα τὰ ἔθνη κροτήσατε χεῖρας ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Psaumes 46.3 ὅτι κύριος ὕψιστος φοβερός βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Psaumes 46.4 ὑπέταξεν λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Psaumes 46.5 ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ τὴν καλλονὴν Ιακωβ ἣν ἠγάπησεν διάψαλμα. Psaumes 46.6 ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ κύριος ἐν φωνῇ σάλπιγγος. Psaumes 46.7 ψάλατε τῷ θεῷ ἡμῶν ψάλατε ψάλατε τῷ βασιλεῖ ἡμῶν ψάλατε. Psaumes 46.8 ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεός ψάλατε συνετῶς. Psaumes 46.9 ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. Psaumes 46.10 ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Αβρααμ ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.

Psaumes : Κεφάλαιο 46

Lisez κεφάλαιο 46 de Psaumes (Ancien testament en grec - Septante). Aperçu: εἰς τὸ τέλος ὑπὲρ τῶν υἱῶν Κορε ψαλμός....