Ψαλμοί - Κεφάλαιο 121

Ψαλμοί 121.1 ᾠδὴ τῶν ἀναβαθμῶν εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσιν μοι εἰς οἶκον κυρίου πορευσόμεθα. Ψαλμοί 121.2 ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου Ιερουσαλημ. Ψαλμοί 121.3 Ιερουσαλημ οἰκοδομουμένη ὡς πόλις ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό. Ψαλμοί 121.4 ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί φυλαὶ κυρίου μαρτύριον τῷ Ισραηλ τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι κυρίου. Ψαλμοί 121.5 ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν θρόνοι ἐπὶ οἶκον Δαυιδ. Ψαλμοί 121.6 ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ιερουσαλημ καὶ εὐθηνία τοῖς ἀγαπῶσίν σε. Ψαλμοί 121.7 γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσίν σου. Ψαλμοί 121.8 ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ.

Ψαλμοί : Κεφάλαιο 121

Ψαλμοί 121, Μετάφραση των Εβδομήκοντα. Διαβάστε το βιβλικό κείμενο με επεξηγηματικές σημειώσεις και συγκρίνετε τις διαθέσιμες μεταφράσεις.