Proverbes - Κεφάλαιο 17

Proverbes 17.1 κρείσσων ψωμὸς μεθ’ ἡδονῆς ἐν εἰρήνῃ ἢ οἶκος πλήρης πολλῶν ἀγαθῶν καὶ ἀδίκων θυμάτων μετὰ μάχης. Proverbes 17.2 οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων ἐν δὲ ἀδελφοῖς διελεῖται μέρη. Proverbes 17.3 ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσός οὕτως ἐκλεκταὶ καρδίαι παρὰ κυρίῳ. Proverbes 17.4 κακὸς ὑπακούει γλώσσης παρανόμων δίκαιος δὲ οὐ προσέχει χείλεσιν ψευδέσιν. Proverbes 17.5 ὁ καταγελῶν πτωχοῦ παροξύνει τὸν ποιήσαντα αὐτόν ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθῳωθήσεται ὁ δὲ ἐπισπλαγχνιζόμενος ἐλεηθήσεται. Proverbes 17.6 στέφανος γερόντων τέκνα τέκνων καύχημα δὲ τέκνων πατέρες αὐτῶν. τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. Proverbes 17.7 οὐχ ἁρμόσει ἄφρονι χείλη πιστὰ οὐδὲ δικαίῳ χείλη ψευδῆ. Proverbes 17.8 μισθὸς χαρίτων ἡ παιδεία τοῖς χρωμένοις οὗ δ’ ἂν ἐπιστρέψῃ εὐοδωθήσεται. Proverbes 17.9 ὃς κρύπτει ἀδικήματα ζητεῖ φιλίαν ὃς δὲ μισεῖ κρύπτειν διίστησιν φίλους καὶ οἰκείους. Proverbes 17.10 συντρίβει ἀπειλὴ καρδίαν φρονίμου ἄφρων δὲ μαστιγωθεὶς οὐκ αἰσθάνεται. Proverbes 17.11 ἀντιλογίας ἐγείρει πᾶς κακός ὁ δὲ κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτῷ. Proverbes 17.12 ἐμπεσεῖται μέριμνα ἀνδρὶ νοήμονι οἱ δὲ ἄφρονες διαλογιοῦνται κακά. Proverbes 17.13 ὃς ἀποδίδωσιν κακὰ ἀντὶ ἀγαθῶν οὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ. Proverbes 17.14 ἐξουσίαν δίδωσιν λόγοις ἀρχὴ δικαιοσύνης προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη. Proverbes 17.15 ὃς δίκαιον κρίνει τὸν ἄδικον ἄδικον δὲ τὸν δίκαιον ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ θεῷ. Proverbes 17.16 ἵνα τί ὑπῆρξεν χρήματα ἄφρονι κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται. ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον ζητεῖ συντριβήν ὁ δὲ σκολιάζων τοῦ μαθεῖν ἐμπεσεῖται εἰς κακά. Proverbes 17.17 εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν τούτου γὰρ χάριν γεννῶνται. Proverbes 17.18 ἀνὴρ ἄφρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῷ ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύῃ τὸν ἑαυτοῦ φίλον. Proverbes 17.19 φιλαμαρτήμων χαίρει μάχαις. Proverbes 17.21 καρδία δὲ ἄφρονος ὀδύνη τῷ κεκτημένῳ αὐτήν οὐκ εὐφραίνεται πατὴρ ἐπὶ υἱῷ ἀπαιδεύτῳ υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ. Proverbes 17.22 καρδία εὐφραινομένη εὐεκτεῖν ποιεῖ ἀνδρὸς δὲ λυπηροῦ ξηραίνεται τὰ ὀστᾶ. Proverbes 17.23 λαμβάνοντος δῶρα ἐν κόλπῳ ἀδίκως οὐ κατευοδοῦνται ὁδοί ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης. Proverbes 17.24 πρόσωπον συνετὸν ἀνδρὸς σοφοῦ οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπ’ ἄκρα γῆς. Proverbes 17.25 ὀργὴ πατρὶ υἱὸς ἄφρων καὶ ὀδύνη τῇ τεκούσῃ αὐτοῦ. Proverbes 17.27 ὃς φείδεται ῥῆμα προέσθαι σκληρόν ἐπιγνώμων μακρόθυμος δὲ ἀνὴρ φρόνιμος. Proverbes 17.28 ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας δόξει φρόνιμος εἶναι.

Proverbes : Κεφάλαιο 17

Lisez κεφάλαιο 17 de Proverbes (Ancien testament en grec - Septante). Aperçu: κρείσσων ψωμὸς μεθ’ ἡδονῆς ἐν εἰρήνῃ ἢ οἶκος πλήρης πολλῶν ἀγαθῶν καὶ ἀδίκων θυμάτων μετὰ μάχης....