Job - Κεφάλαιο 25

Job 25.1 ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει. Job 25.2 τί γὰρ προοίμιον ἢ φόβος παρ’ αὐτοῦ ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ. Job 25.3 μὴ γάρ τις ὑπολάβοι ὅτι ἔστιν παρέλκυσις πειραταῖς ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ’ αὐτοῦ. Job 25.4 πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου ἢ τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός. Job 25.5 εἰ σελήνῃ συντάσσει καὶ οὐκ ἐπιφαύσκει ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ. Job 25.6 ἔα δέ ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ.

Job : Κεφάλαιο 25

Lisez κεφάλαιο 25 de Job (Ancien testament en grec - Septante). Aperçu: ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει....