Cantique des Cantiques - Κεφάλαιο 7

Cantique des Cantiques 7.1 ἐπίστρεφε ἐπίστρεφε ἡ Σουλαμῖτις ἐπίστρεφε ἐπίστρεφε καὶ ὀψόμεθα ἐν σοί τί ὄψεσθε ἐν τῇ Σουλαμίτιδι ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν. Cantique des Cantiques 7.2 τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασιν θύγατερ Ναδαβ ῥυθμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις ἔργῳ χειρῶν τεχνίτου. Cantique des Cantiques 7.3 ὀμφαλός σου κρατὴρ τορευτὸς μὴ ὑστερούμενος κρᾶμα κοιλία σου θιμωνιὰ σίτου πεφραγμένη ἐν κρίνοις. Cantique des Cantiques 7.4 δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος. Cantique des Cantiques 7.5 τράχηλός σου ὡς πύργος ἐλεφάντινος ὀφθαλμοί σου ὡς λίμναι ἐν Εσεβων ἐν πύλαις θυγατρὸς πολλῶν μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ. Cantique des Cantiques 7.6 κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς. Cantique des Cantiques 7.7 τί ὡραιώθης καὶ τί ἡδύνθης ἀγάπη ἐν τρυφαῖς σου. Cantique des Cantiques 7.8 τοῦτο μέγεθός σου ὡμοιώθη τῷ φοίνικι καὶ οἱ μαστοί σου τοῖς βότρυσιν. Cantique des Cantiques 7.9 εἶπα ἀναβήσομαι ἐν τῷ φοίνικι κρατήσω τῶν ὕψεων αὐτοῦ καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα. Cantique des Cantiques 7.10 καὶ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθὸς πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύθητα ἱκανούμενος χείλεσίν μου καὶ ὀδοῦσιν. Cantique des Cantiques 7.11 ἐγὼ τῷ ἀδελφιδῷ μου καὶ ἐπ’ ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ. Cantique des Cantiques 7.12 ἐλθέ ἀδελφιδέ μου ἐξέλθωμεν εἰς ἀγρόν αὐλισθῶμεν ἐν κώμαις. Cantique des Cantiques 7.13 ὀρθρίσωμεν εἰς ἀμπελῶνας ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος ἤνθησεν ὁ κυπρισμός ἤνθησαν αἱ ῥόαι ἐκεῖ δώσω τοὺς μαστούς μου σοί. Cantique des Cantiques 7.14 οἱ μανδραγόραι ἔδωκαν ὀσμήν καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα νέα πρὸς παλαιά ἀδελφιδέ μου ἐτήρησά σοι.

Cantique des Cantiques : Κεφάλαιο 7

Lisez κεφάλαιο 7 de Cantique des Cantiques (Ancien testament en grec - Septante). Aperçu: ἐπίστρεφε ἐπίστρεφε ἡ Σουλαμῖτις ἐπίστρεφε ἐπίστρεφε καὶ ὀψόμεθα ἐν σοί τί ὄψεσθε ἐν τῇ Σουλαμίτιδι ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν....