Psaumes - Κεφάλαιο 29

Psaumes 29.1 εἰς τὸ τέλος ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου τῷ Δαυιδ. Psaumes 29.2 ὑψώσω σε κύριε ὅτι ὑπέλαβές με καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ’ ἐμέ. Psaumes 29.3 κύριε ὁ θεός μου ἐκέκραξα πρὸς σέ καὶ ἰάσω με. Psaumes 29.4 κύριε ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Psaumes 29.5 ψάλατε τῷ κυρίῳ οἱ ὅσιοι αὐτοῦ καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ. Psaumes 29.6 ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις. Psaumes 29.7 ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Psaumes 29.8 κύριε ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου καὶ ἐγενήθην τεταραγμένος. Psaumes 29.9 πρὸς σέ κύριε κεκράξομαι καὶ πρὸς τὸν θεόν μου δεηθήσομαι. Psaumes 29.10 τίς ὠφέλεια ἐν τῷ αἵματί μου ἐν τῷ καταβῆναί με εἰς διαφθοράν μὴ ἐξομολογήσεταί σοι χοῦς ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου. Psaumes 29.11 ἤκουσεν κύριος καὶ ἠλέησέν με κύριος ἐγενήθη βοηθός μου.

Psaumes : Κεφάλαιο 29

Lisez κεφάλαιο 29 de Psaumes (Ancien testament en grec - Septante). Aperçu: εἰς τὸ τέλος ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου τῷ Δαυιδ....