Proverbes - Κεφάλαιο 28

Proverbes 28.1 φεύγει ἀσεβὴς μηδενὸς διώκοντος δίκαιος δὲ ὥσπερ λέων πέποιθεν. Proverbes 28.2 δι’ ἁμαρτίας ἀσεβῶν κρίσεις ἐγείρονται ἀνὴρ δὲ πανοῦργος κατασβέσει αὐτάς. Proverbes 28.3 ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς ὥσπερ ὑετὸς λάβρος καὶ ἀνωφελής. Proverbes 28.4 οὕτως οἱ ἐγκαταλείποντες τὸν νόμον ἐγκωμιάζουσιν ἀσέβειαν οἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος. Proverbes 28.5 ἄνδρες κακοὶ οὐ νοήσουσιν κρίμα οἱ δὲ ζητοῦντες τὸν κύριον συνήσουσιν ἐν παντί. Proverbes 28.6 κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληθείᾳ πλουσίου ψευδοῦς. Proverbes 28.7 φυλάσσει νόμον υἱὸς συνετός ὃς δὲ ποιμαίνει ἀσωτίαν ἀτιμάζει πατέρα. Proverbes 28.8 ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτόν. Proverbes 28.9 ὁ ἐκκλίνων τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι νόμου καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται. Proverbes 28.10 ὃς πλανᾷ εὐθεῖς ἐν ὁδῷ κακῇ εἰς διαφθορὰν αὐτὸς ἐμπεσεῖται οἱ δὲ ἄνομοι διελεύσονται ἀγαθὰ καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά. Proverbes 28.11 σοφὸς παρ’ ἑαυτῷ ἀνὴρ πλούσιος πένης δὲ νοήμων καταγνώσεται αὐτοῦ. Proverbes 28.12 διὰ βοήθειαν δικαίων πολλὴ γίνεται δόξα ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι. Proverbes 28.13 ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται ὁ δὲ ἐξηγούμενος ἐλέγχους ἀγαπηθήσεται. Proverbes 28.14 μακάριος ἀνήρ ὃς καταπτήσσει πάντα δι’ εὐλάβειαν ὁ δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς. Proverbes 28.15 λέων πεινῶν καὶ λύκος διψῶν ὃς τυραννεῖ πτωχὸς ὢν ἔθνους πενιχροῦ. Proverbes 28.16 βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης ὁ δὲ μισῶν ἀδικίαν μακρὸν χρόνον ζήσεται. Proverbes 28.17 ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ. παίδευε υἱόν καὶ ἀγαπήσει σε καὶ δώσει κόσμον τῇ σῇ ψυχῇ οὐ μὴ ὑπακούσῃς ἔθνει παρανόμῳ. Proverbes 28.18 ὁ πορευόμενος δικαίως βεβοήθηται ὁ δὲ σκολιαῖς ὁδοῖς πορευόμενος ἐμπλακήσεται. Proverbes 28.19 ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν πλησθήσεται ἄρτων ὁ δὲ διώκων σχολὴν πλησθήσεται πενίας. Proverbes 28.20 ἀνὴρ ἀξιόπιστος πολλὰ εὐλογηθήσεται ὁ δὲ κακὸς οὐκ ἀτιμώρητος ἔσται. Proverbes 28.21 ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων οὐκ ἀγαθός ὁ τοιοῦτος ψωμοῦ ἄρτου ἀποδώσεται ἄνδρα. Proverbes 28.22 σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ. Proverbes 28.23 ὁ ἐλέγχων ἀνθρώπου ὁδοὺς χάριτας ἕξει μᾶλλον τοῦ γλωσσοχαριτοῦντος. Proverbes 28.24 ὃς ἀποβάλλεται πατέρα ἢ μητέρα καὶ δοκεῖ μὴ ἁμαρτάνειν οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβοῦς. Proverbes 28.25 ἄπληστος ἀνὴρ κρίνει εἰκῇ ὃς δὲ πέποιθεν ἐπὶ κύριον ἐν ἐπιμελείᾳ ἔσται. Proverbes 28.26 ὃς πέποιθεν θρασείᾳ καρδίᾳ ὁ τοιοῦτος ἄφρων ὃς δὲ πορεύεται σοφίᾳ σωθήσεται. Proverbes 28.27 ὃς δίδωσιν πτωχοῖς οὐκ ἐνδεηθήσεται ὃς δὲ ἀποστρέφει τὸν ὀφθαλμὸν αὐτοῦ ἐν πολλῇ ἀπορίᾳ ἔσται. Proverbes 28.28 ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι ἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ πληθυνθήσονται δίκαιοι.

Proverbes : Κεφάλαιο 28

Lisez κεφάλαιο 28 de Proverbes (Ancien testament en grec - Septante). Aperçu: φεύγει ἀσεβὴς μηδενὸς διώκοντος δίκαιος δὲ ὥσπερ λέων πέποιθεν....