Proverbes - Κεφάλαιο 26

Proverbes 26.1 ὥσπερ δρόσος ἐν ἀμήτῳ καὶ ὥσπερ ὑετὸς ἐν θέρει οὕτως οὐκ ἔστιν ἄφρονι τιμή. Proverbes 26.2 ὥσπερ ὄρνεα πέταται καὶ στρουθοί οὕτως ἀρὰ ματαία οὐκ ἐπελεύσεται οὐδενί. Proverbes 26.3 ὥσπερ μάστιξ ἵππῳ καὶ κέντρον ὄνῳ οὕτως ῥάβδος ἔθνει παρανόμῳ. Proverbes 26.4 μὴ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἐκείνου ἀφροσύνην ἵνα μὴ ὅμοιος γένῃ αὐτῷ. Proverbes 26.5 ἀλλὰ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ ἵνα μὴ φαίνηται σοφὸς παρ’ ἑαυτῷ. Proverbes 26.6 ἐκ τῶν ἑαυτοῦ ποδῶν ὄνειδος πίεται ὁ ἀποστείλας δι’ ἀγγέλου ἄφρονος λόγον. Proverbes 26.7 ἀφελοῦ πορείαν σκελῶν καὶ παροιμίαν ἐκ στόματος ἀφρόνων. Proverbes 26.8 ὃς ἀποδεσμεύει λίθον ἐν σφενδόνῃ ὅμοιός ἐστιν τῷ διδόντι ἄφρονι δόξαν. Proverbes 26.9 ἄκανθαι φύονται ἐν χειρὶ τοῦ μεθύσου δουλεία δὲ ἐν χειρὶ τῶν ἀφρόνων. Proverbes 26.10 πολλὰ χειμάζεται πᾶσα σὰρξ ἀφρόνων συντρίβεται γὰρ ἡ ἔκστασις αὐτῶν. Proverbes 26.11 ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον καὶ μισητὸς γένηται οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν. ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις. Proverbes 26.12 εἶδον ἄνδρα δόξαντα παρ’ ἑαυτῷ σοφὸν εἶναι ἐλπίδα μέντοι ἔσχεν μᾶλλον ἄφρων αὐτοῦ. Proverbes 26.13 λέγει ὀκνηρὸς ἀποστελλόμενος εἰς ὁδόν λέων ἐν ταῖς ὁδοῖς. Proverbes 26.14 ὥσπερ θύρα στρέφεται ἐπὶ τοῦ στρόφιγγος οὕτως ὀκνηρὸς ἐπὶ τῆς κλίνης αὐτοῦ. Proverbes 26.15 κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐν τῷ κόλπῳ αὐτοῦ οὐ δυνήσεται ἐπενεγκεῖν ἐπὶ τὸ στόμα. Proverbes 26.16 σοφώτερος ἑαυτῷ ὀκνηρὸς φαίνεται τοῦ ἐν πλησμονῇ ἀποκομίζοντος ἀγγελίαν. Proverbes 26.17 ὥσπερ ὁ κρατῶν κέρκου κυνός οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως. Proverbes 26.19 οὕτως πάντες οἱ ἐνεδρεύοντες τοὺς ἑαυτῶν φίλους ὅταν δὲ φωραθῶσιν λέγουσιν ὅτι παίζων ἔπραξα. Proverbes 26.20 ἐν πολλοῖς ξύλοις θάλλει πῦρ ὅπου δὲ οὐκ ἔστιν δίθυμος ἡσυχάζει μάχη. Proverbes 26.21 ἐσχάρα ἄνθραξιν καὶ ξύλα πυρί ἀνὴρ δὲ λοίδορος εἰς ταραχὴν μάχης. Proverbes 26.22 λόγοι κερκώπων μαλακοί οὗτοι δὲ τύπτουσιν εἰς ταμίεια σπλάγχνων. Proverbes 26.23 ἀργύριον διδόμενον μετὰ δόλου ὥσπερ ὄστρακον ἡγητέον χείλη λεῖα καρδίαν καλύπτει λυπηράν. Proverbes 26.24 χείλεσιν πάντα ἐπινεύει ἀποκλαιόμενος ἐχθρός ἐν δὲ τῇ καρδίᾳ τεκταίνεται δόλους. Proverbes 26.25 ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ μὴ πεισθῇς ἑπτὰ γάρ εἰσιν πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ. Proverbes 26.26 ὁ κρύπτων ἔχθραν συνίστησιν δόλον ἐκκαλύπτει δὲ τὰς ἑαυτοῦ ἁμαρτίας εὔγνωστος ἐν συνεδρίοις. Proverbes 26.27 ὁ ὀρύσσων βόθρον τῷ πλησίον ἐμπεσεῖται εἰς αὐτόν ὁ δὲ κυλίων λίθον ἐφ’ ἑαυτὸν κυλίει. Proverbes 26.28 γλῶσσα ψευδὴς μισεῖ ἀλήθειαν στόμα δὲ ἄστεγον ποιεῖ ἀκαταστασίας.

Proverbes : Κεφάλαιο 26

Lisez κεφάλαιο 26 de Proverbes (Ancien testament en grec - Septante). Aperçu: ὥσπερ δρόσος ἐν ἀμήτῳ καὶ ὥσπερ ὑετὸς ἐν θέρει οὕτως οὐκ ἔστιν ἄφρονι τιμή....