Josué - Κεφάλαιο 12

Josué 12.1 καὶ οὗτοι οἱ βασιλεῖς τῆς γῆς οὓς ἀνεῖλον οἱ υἱοὶ Ισραηλ καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ Ιορδάνου ἀφ’ ἡλίου ἀνατολῶν ἀπὸ φάραγγος Αρνων ἕως τοῦ ὄρους Αερμων καὶ πᾶσαν τὴν γῆν Αραβα ἀπ’ ἀνατολῶν. Josué 12.2 Σηων τὸν βασιλέα τῶν Αμορραίων ὃς κατῴκει ἐν Εσεβων κυριεύων ἀπὸ Αροηρ ἥ ἐστιν ἐν τῇ φάραγγι κατὰ μέρος τῆς φάραγγος καὶ τὸ ἥμισυ τῆς Γαλααδ ἕως Ιαβοκ ὅρια υἱῶν Αμμων. Josué 12.3 καὶ Αραβα ἕως τῆς θαλάσσης Χενερεθ κατ’ ἀνατολὰς καὶ ἕως τῆς θαλάσσης Αραβα θάλασσαν τῶν ἁλῶν ἀπὸ ἀνατολῶν ὁδὸν τὴν κατὰ Ασιμωθ ἀπὸ Θαιμαν τὴν ὑπὸ Ασηδωθ Φασγα. Josué 12.4 καὶ Ωγ βασιλεὺς Βασαν ὑπελείφθη ἐκ τῶν γιγάντων ὁ κατοικῶν ἐν Ασταρωθ καὶ ἐν Εδραϊν. Josué 12.5 ἄρχων ἀπὸ ὄρους Αερμων καὶ ἀπὸ Σελχα καὶ πᾶσαν τὴν Βασαν ἕως ὁρίων Γεσουρι καὶ τὴν Μαχατι καὶ τὸ ἥμισυ Γαλααδ ὁρίων Σηων βασιλέως Εσεβων. Josué 12.6 Μωυσῆς ὁ παῖς κυρίου καὶ οἱ υἱοὶ Ισραηλ ἐπάταξαν αὐτούς καὶ ἔδωκεν αὐτὴν Μωυσῆς ἐν κληρονομίᾳ Ρουβην καὶ Γαδ καὶ τῷ ἡμίσει φυλῆς Μανασση. Josué 12.7 καὶ οὗτοι οἱ βασιλεῖς τῶν Αμορραίων οὓς ἀνεῖλεν Ἰησοῦς καὶ οἱ υἱοὶ Ισραηλ ἐν τῷ πέραν τοῦ Ιορδάνου παρὰ θάλασσαν Βααλγαδ ἐν τῷ πεδίῳ τοῦ Λιβάνου καὶ ἕως τοῦ ὄρους Χελχα ἀναβαινόντων εἰς Σηιρ καὶ ἔδωκεν αὐτὴν Ἰησοῦς ταῖς φυλαῖς Ισραηλ κληρονομεῖν κατὰ κλῆρον αὐτῶν. Josué 12.8 ἐν τῷ ὄρει καὶ ἐν τῷ πεδίῳ καὶ ἐν Αραβα καὶ ἐν Ασηδωθ καὶ ἐν τῇ ἐρήμῳ καὶ ἐν Ναγεβ τὸν Χετταῖον καὶ τὸν Αμορραῖον καὶ τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Ευαῖον καὶ τὸν Ιεβουσαῖον. Josué 12.9 τὸν βασιλέα Ιεριχω καὶ τὸν βασιλέα τῆς Γαι ἥ ἐστιν πλησίον Βαιθηλ. Josué 12.10 βασιλέα Ιερουσαλημ βασιλέα Χεβρων. Josué 12.11 βασιλέα Ιεριμουθ βασιλέα Λαχις. Josué 12.12 βασιλέα Αιλαμ βασιλέα Γαζερ. Josué 12.13 βασιλέα Δαβιρ βασιλέα Γαδερ. Josué 12.14 βασιλέα Ερμαθ βασιλέα Αραθ. Josué 12.15 βασιλέα Λεβνα βασιλέα Οδολλαμ. Josué 12.16 βασιλέα Μακηδα. Josué 12.17 βασιλέα Ταφουγ βασιλέα Οφερ. Josué 12.18 βασιλέα Αφεκ τῆς Σαρων. Josué 12.19 βασιλέα Ασωρ. Josué 12.20 βασιλέα Συμοων βασιλέα Μαρρων βασιλέα Αζιφ. Josué 12.21 βασιλέα Καδης βασιλέα Ταναχ. Josué 12.22 βασιλέα Μαγεδων βασιλέα Ιεκοναμ τοῦ Χερμελ. Josué 12.23 βασιλέα Δωρ τοῦ Ναφεδδωρ βασιλέα Γωιμ τῆς Γαλιλαίας. Josué 12.24 βασιλέα Θαρσα πάντες οὗτοι βασιλεῖς εἴκοσι ἐννέα.

Josué : Κεφάλαιο 12

Lisez κεφάλαιο 12 de Josué (Ancien testament en grec - Septante). Aperçu: καὶ οὗτοι οἱ βασιλεῖς τῆς γῆς οὓς ἀνεῖλον οἱ υἱοὶ Ισραηλ καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ Ιορδάνου ἀφ’ ἡλίου ἀνατολῶν ἀπὸ φάραγγος Αρνων ἕ...