οὐκ ἀντιστήσεται ἄνθρωπος κατενώπιον ὑμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ ὥσπερ ἤμην μετὰ Μωυσῆ οὕτως ἔσομαι καὶ μετὰ σοῦ καὶ οὐκ ἐγκαταλείψω σε οὐδὲ ὑπερόψομαί σε.
ἴσχυε καὶ ἀνδρίζου σὺ γὰρ ἀποδιαστελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς.
ἴσχυε οὖν καὶ ἀνδρίζου φυλάσσεσθαι καὶ ποιεῖν καθότι ἐνετείλατό σοι Μωυσῆς ὁ παῖς μου καὶ οὐκ ἐκκλινεῖς ἀπ’ αὐτῶν εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά ἵνα συνῇς ἐν πᾶσιν οἷς ἐὰν πράσσῃς.
καὶ οὐκ ἀποστήσεται ἡ βίβλος τοῦ νόμου τούτου ἐκ τοῦ στόματός σου καὶ μελετήσεις ἐν αὐτῷ ἡμέρας καὶ νυκτός ἵνα συνῇς ποιεῖν πάντα τὰ γεγραμμένα τότε εὐοδωθήσῃ καὶ εὐοδώσεις τὰς ὁδούς σου καὶ τότε συνήσεις.
ἰδοὺ ἐντέταλμαί σοι ἴσχυε καὶ ἀνδρίζου μὴ δειλιάσῃς μηδὲ φοβηθῇς ὅτι μετὰ σοῦ κύριος ὁ θεός σου εἰς πάντα οὗ ἐὰν πορεύῃ.
καὶ ἀπέστειλεν Ἰησοῦς υἱὸς Ναυη ἐκ Σαττιν δύο νεανίσκους κατασκοπεῦσαι λέγων ἀνάβητε καὶ ἴδετε τὴν γῆν καὶ τὴν Ιεριχω καὶ πορευθέντες εἰσήλθοσαν οἱ δύο νεανίσκοι εἰς Ιεριχω καὶ εἰσήλθοσαν εἰς οἰκίαν γυναικὸς πόρνης ᾗ ὄνομα Ρααβ καὶ κατέλυσαν ἐκεῖ.
καὶ ἀκούσαντες ἡμεῖς ἐξέστημεν τῇ καρδίᾳ ἡμῶν καὶ οὐκ ἔστη ἔτι πνεῦμα ἐν οὐδενὶ ἡμῶν ἀπὸ προσώπου ὑμῶν ὅτι κύριος ὁ θεὸς ὑμῶν θεὸς ἐν οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω.
καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι ὑψῶσαί σε κατενώπιον πάντων υἱῶν Ισραηλ ἵνα γνῶσιν καθότι ἤμην μετὰ Μωυσῆ οὕτως ἔσομαι καὶ μετὰ σοῦ.
καὶ ἔστησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ Ιορδάνου καὶ πάντες οἱ υἱοὶ Ισραηλ διέβαινον διὰ ξηρᾶς ἕως συνετέλεσεν πᾶς ὁ λαὸς διαβαίνων τὸν Ιορδάνην.
καὶ σὺ δηλώσεις τῷ υἱῷ σου λέγων ὅτι ἐξέλιπεν ὁ Ιορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτοῦ διαθήκης κυρίου πάσης τῆς γῆς ὡς διέβαινεν αὐτόν καὶ ἔσονται οἱ λίθοι οὗτοι ὑμῖν μνημόσυνον τοῖς υἱοῖς Ισραηλ ἕως τοῦ αἰῶνος.
ὅπως γνῶσιν πάντα τὰ ἔθνη τῆς γῆς ὅτι ἡ δύναμις τοῦ κυρίου ἰσχυρά ἐστιν καὶ ἵνα ὑμεῖς σέβησθε κύριον τὸν θεὸν ὑμῶν ἐν παντὶ χρόνῳ.
καὶ ἐγένετο ὡς ἤκουσαν οἱ βασιλεῖς τῶν Αμορραίων οἳ ἦσαν πέραν τοῦ Ιορδάνου καὶ οἱ βασιλεῖς τῆς Φοινίκης οἱ παρὰ τὴν θάλασσαν ὅτι ἀπεξήρανεν κύριος ὁ θεὸς τὸν Ιορδάνην ποταμὸν ἐκ τῶν ἔμπροσθεν τῶν υἱῶν Ισραηλ ἐν τῷ διαβαίνειν αὐτούς καὶ ἐτάκησαν αὐτῶν αἱ διάνοιαι καὶ κατεπλάγησαν καὶ οὐκ ἦν ἐν αὐτοῖς φρόνησις οὐδεμία ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ.
καὶ λέγει ὁ ἀρχιστράτηγος κυρίου πρὸς Ἰησοῦν λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου ὁ γὰρ τόπος ἐφ’ ᾧ σὺ ἕστηκας ἅγιός ἐστιν.
καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν ἰδοὺ ἐγὼ παραδίδωμι ὑποχείριόν σου τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτῆς τὸν ἐν αὐτῇ δυνατοὺς ὄντας ἐν ἰσχύι.
καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν οἱ ἱερεῖς ὡς δὲ ἤκουσεν ὁ λαὸς τὴν φωνὴν τῶν σαλπίγγων ἠλάλαξεν πᾶς ὁ λαὸς ἅμα ἀλαλαγμῷ μεγάλῳ καὶ ἰσχυρῷ καὶ ἔπεσεν ἅπαν τὸ τεῖχος κύκλῳ καὶ ἀνέβη πᾶς ὁ λαὸς εἰς τὴν πόλιν.
καὶ ὥρκισεν Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐναντίον κυρίου λέγων ἐπικατάρατος ὁ ἄνθρωπος ὃς οἰκοδομήσει τὴν πόλιν ἐκείνην ἐν τῷ πρωτοτόκῳ αὐτοῦ θεμελιώσει αὐτὴν καὶ ἐν τῷ ἐλαχίστῳ αὐτοῦ ἐπιστήσει τὰς πύλας αὐτῆς καὶ οὕτως ἐποίησεν Οζαν ὁ ἐκ Βαιθηλ ἐν τῷ Αβιρων τῷ πρωτοτόκῳ ἐθεμελίωσεν αὐτὴν καὶ ἐν τῷ ἐλαχίστῳ διασωθέντι ἐπέστησεν τὰς πύλας αὐτῆς.
καὶ ἐπλημμέλησαν οἱ υἱοὶ Ισραηλ πλημμέλειαν μεγάλην καὶ ἐνοσφίσαντο ἀπὸ τοῦ ἀναθέματος καὶ ἔλαβεν Αχαρ υἱὸς Χαρμι υἱοῦ Ζαμβρι υἱοῦ Ζαρα ἐκ τῆς φυλῆς Ιουδα ἀπὸ τοῦ ἀναθέματος καὶ ἐθυμώθη ὀργῇ κύριος τοῖς υἱοῖς Ισραηλ.
οὐ μὴ δύνωνται οἱ υἱοὶ Ισραηλ ὑποστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν αὐχένα ἐπιστρέψουσιν ἔναντι τῶν ἐχθρῶν αὐτῶν ὅτι ἐγενήθησαν ἀνάθεμα οὐ προσθήσω ἔτι εἶναι μεθ’ ὑμῶν ἐὰν μὴ ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν αὐτῶν.
καὶ ποιήσεις τὴν Γαι ὃν τρόπον ἐποίησας τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτῆς καὶ τὴν προνομὴν τῶν κτηνῶν προνομεύσεις σεαυτῷ κατάστησον δὲ σεαυτῷ ἔνεδρα τῇ πόλει εἰς τὰ ὀπίσω.
καὶ ἐποίησαν καί γε αὐτοὶ μετὰ πανουργίας καὶ ἐλθόντες ἐπεσιτίσαντο καὶ ἡτοιμάσαντο καὶ λαβόντες σάκκους παλαιοὺς ἐπὶ τῶν ὄνων αὐτῶν καὶ ἀσκοὺς οἴνου παλαιοὺς καὶ κατερρωγότας ἀποδεδεμένους.
καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη οὐδὲ τὸ πρότερον οὐδὲ τὸ ἔσχατον ὥστε ἐπακοῦσαι θεὸν ἀνθρώπου ὅτι κύριος συνεπολέμησεν τῷ Ισραηλ.
ὅτι διὰ κυρίου ἐγένετο κατισχῦσαι αὐτῶν τὴν καρδίαν συναντᾶν εἰς πόλεμον πρὸς Ισραηλ ἵνα ἐξολεθρευθῶσιν ὅπως μὴ δοθῇ αὐτοῖς ἔλεος ἀλλ’ ἵνα ἐξολεθρευθῶσιν ὃν τρόπον εἶπεν κύριος πρὸς Μωυσῆν.
καὶ οὗτοι οἱ βασιλεῖς τῆς γῆς οὓς ἀνεῖλον οἱ υἱοὶ Ισραηλ καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ Ιορδάνου ἀφ’ ἡλίου ἀνατολῶν ἀπὸ φάραγγος Αρνων ἕως τοῦ ὄρους Αερμων καὶ πᾶσαν τὴν γῆν Αραβα ἀπ’ ἀνατολῶν.
καὶ Ἰησοῦς πρεσβύτερος προβεβηκὼς τῶν ἡμερῶν καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν σὺ προβέβηκας τῶν ἡμερῶν καὶ ἡ γῆ ὑπολέλειπται πολλὴ εἰς κληρονομίαν.
οἱ δὲ ἀδελφοί μου οἱ ἀναβάντες μετ’ ἐμοῦ μετέστησαν τὴν καρδίαν τοῦ λαοῦ ἐγὼ δὲ προσετέθην ἐπακολουθῆσαι κυρίῳ τῷ θεῷ μου.
καὶ ὤμοσεν Μωυσῆς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγων ἡ γῆ ἐφ’ ἣν ἐπέβης σοὶ ἔσται ἐν κλήρῳ καὶ τοῖς τέκνοις σου εἰς τὸν αἰῶνα ὅτι προσετέθης ἐπακολουθῆσαι ὀπίσω κυρίου τοῦ θεοῦ ἡμῶν.
καὶ νῦν αἰτοῦμαί σε τὸ ὄρος τοῦτο καθὰ εἶπεν κύριος τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι σὺ ἀκήκοας τὸ ῥῆμα τοῦτο τῇ ἡμέρᾳ ἐκείνῃ νυνὶ δὲ οἱ Ενακιμ ἐκεῖ εἰσιν πόλεις ὀχυραὶ καὶ μεγάλαι ἐὰν οὖν κύριος μετ’ ἐμοῦ ᾖ ἐξολεθρεύσω αὐτούς ὃν τρόπον εἶπέν μοι κύριος.
διὰ τοῦτο ἐγενήθη ἡ Χεβρων τῷ Χαλεβ τῷ τοῦ Ιεφοννη τοῦ Κενεζαίου ἐν κλήρῳ ἕως τῆς ἡμέρας ταύτης διὰ τὸ αὐτὸν ἐπακολουθῆσαι τῷ προστάγματι κυρίου θεοῦ Ισραηλ.
ὁ γὰρ δρυμὸς ἔσται σοι ὅτι δρυμός ἐστιν καὶ ἐκκαθαριεῖς αὐτὸν καὶ ἔσται σοι καὶ ὅταν ἐξολεθρεύσῃς τὸν Χαναναῖον ὅτι ἵππος ἐπίλεκτός ἐστιν αὐτῷ σὺ γὰρ ὑπερισχύεις αὐτοῦ.
καὶ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν Ισραηλ εἰς Σηλω καὶ ἔπηξαν ἐκεῖ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἡ γῆ ἐκρατήθη ὑπ’ αὐτῶν.
καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν κατὰ τὸ ὅριον αὐτῶν καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ κλῆρον Ἰησοῖ τῷ υἱῷ Ναυη ἐν αὐτοῖς.
λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων δότε τὰς πόλεις τῶν φυγαδευτηρίων ἃς εἶπα πρὸς ὑμᾶς διὰ Μωυσῆ.
αὗται αἱ πόλεις αἱ ἐπίκλητοι τοῖς υἱοῖς Ισραηλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς καταφυγεῖν ἐκεῖ παντὶ παίοντι ψυχὴν ἀκουσίως ἵνα μὴ ἀποθάνῃ ἐν χειρὶ τοῦ ἀγχιστεύοντος τὸ αἷμα ἕως ἂν καταστῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν.
καὶ ἔδωκεν κύριος τῷ Ισραηλ πᾶσαν τὴν γῆν ἣν ὤμοσεν δοῦναι τοῖς πατράσιν αὐτῶν καὶ κατεκληρονόμησαν αὐτὴν καὶ κατῴκησαν ἐν αὐτῇ.
οὐ διέπεσεν ἀπὸ πάντων τῶν ῥημάτων τῶν καλῶν ὧν ἐλάλησεν κύριος τοῖς υἱοῖς Ισραηλ πάντα παρεγένετο.
ἀλλὰ φυλάξασθε ποιεῖν σφόδρα τὰς ἐντολὰς καὶ τὸν νόμον ὃν ἐνετείλατο ἡμῖν ποιεῖν Μωυσῆς ὁ παῖς κυρίου ἀγαπᾶν κύριον τὸν θεὸν ὑμῶν πορεύεσθαι πάσαις ταῖς ὁδοῖς αὐτοῦ φυλάξασθαι τὰς ἐντολὰς αὐτοῦ καὶ προσκεῖσθαι αὐτῷ καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς διανοίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν.
καὶ νῦν εἰ μικρὰ ὑμῖν ἡ γῆ τῆς κατασχέσεως ὑμῶν διάβητε εἰς τὴν γῆν τῆς κατασχέσεως κυρίου οὗ κατασκηνοῖ ἐκεῖ ἡ σκηνὴ κυρίου καὶ κατακληρονομήσατε ἐν ἡμῖν καὶ μὴ ἀποστάται ἀπὸ θεοῦ γενήθητε καὶ μὴ ἀπόστητε ἀπὸ κυρίου διὰ τὸ οἰκοδομῆσαι ὑμᾶς βωμὸν ἔξω τοῦ θυσιαστηρίου κυρίου τοῦ θεοῦ ἡμῶν.
κατισχύσατε οὖν σφόδρα φυλάσσειν καὶ ποιεῖν πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τοῦ νόμου Μωυσῆ ἵνα μὴ ἐκκλίνητε εἰς δεξιὰν ἢ εὐώνυμα.
εἷς ὑμῶν ἐδίωξεν χιλίους ὅτι κύριος ὁ θεὸς ὑμῶν ἐξεπολέμει ὑμῖν καθάπερ εἶπεν ὑμῖν.
καὶ νῦν φοβήθητε κύριον καὶ λατρεύσατε αὐτῷ ἐν εὐθύτητι καὶ ἐν δικαιοσύνῃ καὶ περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους οἷς ἐλάτρευσαν οἱ πατέρες ὑμῶν ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ ἐν Αἰγύπτῳ καὶ λατρεύετε κυρίῳ.
εἰ δὲ μὴ ἀρέσκει ὑμῖν λατρεύειν κυρίῳ ἕλεσθε ὑμῖν ἑαυτοῖς σήμερον τίνι λατρεύσητε εἴτε τοῖς θεοῖς τῶν πατέρων ὑμῶν τοῖς ἐν τῷ πέραν τοῦ ποταμοῦ εἴτε τοῖς θεοῖς τῶν Αμορραίων ἐν οἷς ὑμεῖς κατοικεῖτε ἐπὶ τῆς γῆς αὐτῶν ἐγὼ δὲ καὶ ἡ οἰκία μου λατρεύσομεν κυρίῳ ὅτι ἅγιός ἐστιν.
καὶ ἀποκριθεὶς ὁ λαὸς εἶπεν μὴ γένοιτο ἡμῖν καταλιπεῖν κύριον ὥστε λατρεύειν θεοῖς ἑτέροις.
καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαόν μάρτυρες ὑμεῖς καθ’ ὑμῶν ὅτι ὑμεῖς ἐξελέξασθε κύριον λατρεύειν αὐτῷ.
καὶ εἶπεν ὁ λαὸς πρὸς Ἰησοῦν κυρίῳ λατρεύσομεν καὶ τῆς φωνῆς αὐτοῦ ἀκουσόμεθα.
καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαόν ἰδοὺ ὁ λίθος οὗτος ἔσται ἐν ὑμῖν εἰς μαρτύριον ὅτι αὐτὸς ἀκήκοεν πάντα τὰ λεχθέντα αὐτῷ ὑπὸ κυρίου ὅ τι ἐλάλησεν πρὸς ἡμᾶς σήμερον καὶ ἔσται οὗτος ἐν ὑμῖν εἰς μαρτύριον ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἡνίκα ἐὰν ψεύσησθε κυρίῳ τῷ θεῷ μου.
καὶ ἐλάτρευσεν Ισραηλ τῷ κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων ὅσοι ἐφείλκυσαν τὸν χρόνον μετὰ Ἰησοῦ καὶ ὅσοι εἴδοσαν πάντα τὰ ἔργα κυρίου ὅσα ἐποίησεν τῷ Ισραηλ.
καὶ ἔθαψαν αὐτὸν πρὸς τοῖς ὁρίοις τοῦ κλήρου αὐτοῦ ἐν Θαμναθασαχαρα ἐν τῷ ὄρει τῷ Εφραιμ ἀπὸ βορρᾶ τοῦ ὄρους Γαας. ἐκεῖ ἔθηκαν μετ’ αὐτοῦ εἰς τὸ μνῆμα εἰς ὃ ἔθαψαν αὐτὸν ἐκεῖ τὰς μαχαίρας τὰς πετρίνας ἐν αἷς περιέτεμεν τοὺς υἱοὺς Ισραηλ ἐν Γαλγαλοις ὅτε ἐξήγαγεν αὐτοὺς ἐξ Αἰγύπτου καθὰ συνέταξεν αὐτοῖς κύριος καὶ ἐκεῖ εἰσιν ἕως τῆς σήμερον ἡμέρας.
ἰδοὺ ἡ κιβωτὸς διαθήκης κυρίου πάσης τῆς γῆς διαβαίνει τὸν Ιορδάνην.
καὶ ἔσται ὡς ἂν καταπαύσωσιν οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου πάσης τῆς γῆς ἐν τῷ ὕδατι τοῦ Ιορδάνου τὸ ὕδωρ τοῦ Ιορδάνου ἐκλείψει τὸ δὲ ὕδωρ τὸ καταβαῖνον στήσεται.
ἵνα ὑπάρχωσιν ὑμῖν οὗτοι εἰς σημεῖον κείμενον διὰ παντός ἵνα ὅταν ἐρωτᾷ σε ὁ υἱός σου αὔριον λέγων τί εἰσιν οἱ λίθοι οὗτοι ὑμῖν.
τεσσαράκοντα γὰρ καὶ δύο ἔτη ἀνέστραπται Ισραηλ ἐν τῇ ἐρήμῳ τῇ Μαδβαρίτιδι διὸ ἀπερίτμητοι ἦσαν οἱ πλεῖστοι αὐτῶν τῶν μαχίμων τῶν ἐξεληλυθότων ἐκ γῆς Αἰγύπτου οἱ ἀπειθήσαντες τῶν ἐντολῶν τοῦ θεοῦ οἷς καὶ διώρισεν μὴ ἰδεῖν αὐτοὺς τὴν γῆν ἣν ὤμοσεν κύριος τοῖς πατράσιν αὐτῶν δοῦναι ἡμῖν γῆν ῥέουσαν γάλα καὶ μέλι.
τῷ δὲ λαῷ ἐνετείλατο Ἰησοῦς λέγων μὴ βοᾶτε μηδὲ ἀκουσάτω μηθεὶς ὑμῶν τὴν φωνήν ἕως ἂν ἡμέραν αὐτὸς διαγγείλῃ ἀναβοῆσαι καὶ τότε ἀναβοήσετε.
καὶ ἀνεθεμάτισεν αὐτὴν Ἰησοῦς καὶ ὅσα ἦν ἐν τῇ πόλει ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικός ἀπὸ νεανίσκου καὶ ἕως πρεσβύτου καὶ ἕως μόσχου καὶ ὑποζυγίου ἐν στόματι ῥομφαίας.
ἀναστὰς ἁγίασον τὸν λαὸν καὶ εἰπὸν ἁγιασθῆναι εἰς αὔριον τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ τὸ ἀνάθεμα ἐν ὑμῖν ἐστιν οὐ δυνήσεσθε ἀντιστῆναι ἀπέναντι τῶν ἐχθρῶν ὑμῶν ἕως ἂν ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν.
καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν μὴ φοβηθῇς μηδὲ δειλιάσῃς λαβὲ μετὰ σοῦ τοὺς ἄνδρας πάντας τοὺς πολεμιστὰς καὶ ἀναστὰς ἀνάβηθι εἰς Γαι ἰδοὺ δέδωκα εἰς τὰς χεῖράς σου τὸν βασιλέα Γαι καὶ τὴν γῆν αὐτοῦ.
καὶ κατέστησεν αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ καὶ τῷ θυσιαστηρίῳ τοῦ θεοῦ διὰ τοῦτο ἐγένοντο οἱ κατοικοῦντες Γαβαων ξυλοκόποι καὶ ὑδροφόροι τοῦ θυσιαστηρίου τοῦ θεοῦ ἕως τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται κύριος.
καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν καὶ τὴν γῆν αὐτῶν ἐπάταξεν Ἰησοῦς εἰς ἅπαξ ὅτι κύριος ὁ θεὸς Ισραηλ συνεπολέμει τῷ Ισραηλ.
καὶ νῦν διέθρεψέν με κύριος ὃν τρόπον εἶπεν τοῦτο τεσσαρακοστὸν καὶ πέμπτον ἔτος ἀφ’ οὗ ἐλάλησεν κύριος τὸ ῥῆμα τοῦτο πρὸς Μωυσῆν καὶ ἐπορεύθη Ισραηλ ἐν τῇ ἐρήμῳ καὶ νῦν ἰδοὺ ἐγὼ σήμερον ὀγδοήκοντα καὶ πέντε ἐτῶν.
τὸ δὲ ὄνομα τῆς Χεβρων ἦν τὸ πρότερον πόλις Αρβοκ μητρόπολις τῶν Ενακιμ αὕτη καὶ ἡ γῆ ἐκόπασεν τοῦ πολέμου.
καὶ ἐγένετο τὰ ὅρια φυλῆς Ιουδα κατὰ δήμους αὐτῶν ἀπὸ τῶν ὁρίων τῆς Ιδουμαίας ἀπὸ τῆς ἐρήμου Σιν ἕως Καδης πρὸς λίβα.
καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ισραηλ ἕως τίνος ἐκλυθήσεσθε κληρονομῆσαι τὴν γῆν ἣν ἔδωκεν κύριος ὁ θεὸς ἡμῶν.
αὗται αἱ διαιρέσεις ἃς κατεκληρονόμησεν Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη καὶ οἱ ἄρχοντες τῶν πατριῶν ἐν ταῖς φυλαῖς Ισραηλ κατὰ κλήρους ἐν Σηλω ἐναντίον κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν.
καὶ διέστειλεν τὴν Καδης ἐν τῇ Γαλιλαίᾳ ἐν τῷ ὄρει τῷ Νεφθαλι καὶ Συχεμ ἐν τῷ ὄρει τῷ Εφραιμ καὶ τὴν πόλιν Αρβοκ αὕτη ἐστὶν Χεβρων ἐν τῷ ὄρει τῷ Ιουδα.
καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ τοῖς Λευίταις ἐν τῷ κατακληρονομεῖν διὰ προστάγματος κυρίου τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν.
ὁ θεὸς θεός ἐστιν κύριος καὶ ὁ θεὸς θεὸς κύριος αὐτὸς οἶδεν καὶ Ισραηλ αὐτὸς γνώσεται εἰ ἐν ἀποστασίᾳ ἐπλημμελήσαμεν ἔναντι τοῦ κυρίου μὴ ῥύσαιτο ἡμᾶς ἐν ταύτῃ.
ὑμεῖς δὲ ἑωράκατε ὅσα ἐποίησεν κύριος ὁ θεὸς ὑμῶν πᾶσιν τοῖς ἔθνεσιν τούτοις ἀπὸ προσώπου ὑμῶν ὅτι κύριος ὁ θεὸς ὑμῶν ὁ ἐκπολεμήσας ὑμῖν.
ἐγὼ δὲ ἀποτρέχω τὴν ὁδὸν καθὰ καὶ πάντες οἱ ἐπὶ τῆς γῆς καὶ γνώσεσθε τῇ καρδίᾳ ὑμῶν καὶ τῇ ψυχῇ ὑμῶν διότι οὐ διέπεσεν εἷς λόγος ἀπὸ πάντων τῶν λόγων ὧν εἶπεν κύριος ὁ θεὸς ὑμῶν πρὸς πάντα τὰ ἀνήκοντα ὑμῖν οὐ διεφώνησεν ἐξ αὐτῶν.
καὶ συνήγαγεν Ἰησοῦς πάσας φυλὰς Ισραηλ εἰς Σηλω καὶ συνεκάλεσεν τοὺς πρεσβυτέρους αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν καὶ ἔστησεν αὐτοὺς ἀπέναντι τοῦ θεοῦ.
καὶ ἔλαβον τὸν πατέρα ὑμῶν τὸν Αβρααμ ἐκ τοῦ πέραν τοῦ ποταμοῦ καὶ ὡδήγησα αὐτὸν ἐν πάσῃ τῇ γῇ καὶ ἐπλήθυνα αὐτοῦ σπέρμα καὶ ἔδωκα αὐτῷ τὸν Ισαακ.
καὶ ἀνεβοήσαμεν πρὸς κύριον καὶ ἔδωκεν νεφέλην καὶ γνόφον ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον τῶν Αἰγυπτίων καὶ ἐπήγαγεν ἐπ’ αὐτοὺς τὴν θάλασσαν καὶ ἐκάλυψεν αὐτούς καὶ εἴδοσαν οἱ ὀφθαλμοὶ ὑμῶν ὅσα ἐποίησεν κύριος ἐν γῇ Αἰγύπτῳ καὶ ἦτε ἐν τῇ ἐρήμῳ ἡμέρας πλείους.
καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαόν οὐ μὴ δύνησθε λατρεύειν κυρίῳ ὅτι θεὸς ἅγιός ἐστιν καὶ ζηλώσας οὗτος οὐκ ἀνήσει ὑμῶν τὰ ἁμαρτήματα καὶ τὰ ἀνομήματα ὑμῶν.
καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Μωυσῆ εἶπεν κύριος τῷ Ἰησοῖ υἱῷ Ναυη τῷ ὑπουργῷ Μωυσῆ λέγων.
Μωυσῆς ὁ θεράπων μου τετελεύτηκεν νῦν οὖν ἀναστὰς διάβηθι τὸν Ιορδάνην σὺ καὶ πᾶς ὁ λαὸς οὗτος εἰς τὴν γῆν ἣν ἐγὼ δίδωμι αὐτοῖς.
πᾶς ὁ τόπος ἐφ’ ὃν ἂν ἐπιβῆτε τῷ ἴχνει τῶν ποδῶν ὑμῶν ὑμῖν δώσω αὐτόν ὃν τρόπον εἴρηκα τῷ Μωυσῇ.
ὁ δὲ ἄνθρωπος ὃς ἐὰν ἀπειθήσῃ σοι καὶ ὅστις μὴ ἀκούσῃ τῶν ῥημάτων σου καθότι ἂν αὐτῷ ἐντείλῃ ἀποθανέτω ἀλλὰ ἴσχυε καὶ ἀνδρίζου.
καὶ εἶπεν πρὸς αὐτούς ἐπίσταμαι ὅτι δέδωκεν ὑμῖν κύριος τὴν γῆν ἐπιπέπτωκεν γὰρ ὁ φόβος ὑμῶν ἐφ’ ἡμᾶς.
καὶ εἶπεν Ἰησοῦς τῷ λαῷ ἁγνίσασθε εἰς αὔριον ὅτι αὔριον ποιήσει ἐν ὑμῖν κύριος θαυμαστά.
ἔστησεν δὲ Ἰησοῦς καὶ ἄλλους δώδεκα λίθους ἐν αὐτῷ τῷ Ιορδάνῃ ἐν τῷ γενομένῳ τόπῳ ὑπὸ τοὺς πόδας τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καί εἰσιν ἐκεῖ ἕως τῆς σήμερον ἡμέρας.
ὑπὸ δὲ τοῦτον τὸν καιρὸν εἶπεν κύριος τῷ Ἰησοῖ ποίησον σεαυτῷ μαχαίρας πετρίνας ἐκ πέτρας ἀκροτόμου καὶ καθίσας περίτεμε τοὺς υἱοὺς Ισραηλ.
καὶ διέρρηξεν Ἰησοῦς τὰ ἱμάτια αὐτοῦ καὶ ἔπεσεν Ἰησοῦς ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον ἐναντίον κυρίου ἕως ἑσπέρας αὐτὸς καὶ οἱ πρεσβύτεροι Ισραηλ καὶ ἐπεβάλοντο χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν.
εἶδον ἐν τῇ προνομῇ ψιλὴν ποικίλην καλὴν καὶ διακόσια δίδραχμα ἀργυρίου καὶ γλῶσσαν μίαν χρυσῆν πεντήκοντα διδράχμων καὶ ἐνθυμηθεὶς αὐτῶν ἔλαβον καὶ ἰδοὺ αὐτὰ ἐγκέκρυπται ἐν τῇ γῇ ἐν τῇ σκηνῇ μου καὶ τὸ ἀργύριον κέκρυπται ὑποκάτω αὐτῶν.
ζήσονται καὶ ἔσονται ξυλοκόποι καὶ ὑδροφόροι πάσῃ τῇ συναγωγῇ καθάπερ εἶπαν αὐτοῖς οἱ ἄρχοντες.
ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ τῷ παιδὶ αὐτοῦ καὶ Μωυσῆς ὡσαύτως ἐνετείλατο τῷ Ἰησοῖ καὶ οὕτως ἐποίησεν Ἰησοῦς οὐ παρέβη οὐδὲν ἀπὸ πάντων ὧν συνέταξεν αὐτῷ Μωυσῆς.
καὶ ἔλαβεν Ἰησοῦς πᾶσαν τὴν γῆν καθότι ἐνετείλατο κύριος τῷ Μωυσῇ καὶ ἔδωκεν αὐτοὺς Ἰησοῦς ἐν κληρονομίᾳ Ισραηλ ἐν μερισμῷ κατὰ φυλὰς αὐτῶν καὶ ἡ γῆ κατέπαυσεν πολεμουμένη.
καὶ νῦν μέρισον τὴν γῆν ταύτην ἐν κληρονομίᾳ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασση ἀπὸ τοῦ Ιορδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ.
καὶ εἶπεν Χαλεβ ὃς ἐὰν λάβῃ καὶ ἐκκόψῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ κυριεύσῃ αὐτῆς δώσω αὐτῷ τὴν Αχσαν θυγατέρα μου εἰς γυναῖκα.
οὐ γάρ ἐστιν μερὶς τοῖς υἱοῖς Λευι ἐν ὑμῖν ἱερατεία γὰρ κυρίου μερὶς αὐτοῦ καὶ Γαδ καὶ Ρουβην καὶ τὸ ἥμισυ φυλῆς Μανασση ἐλάβοσαν τὴν κληρονομίαν αὐτῶν πέραν τοῦ Ιορδάνου ἐπ’ ἀνατολάς ἣν ἔδωκεν αὐτοῖς Μωυσῆς ὁ παῖς κυρίου.
καὶ εἶπον πρὸς αὐτοὺς ἐν Σηλω ἐν γῇ Χανααν λέγοντες ἐνετείλατο κύριος ἐν χειρὶ Μωυσῆ δοῦναι ἡμῖν πόλεις κατοικεῖν καὶ τὰ περισπόρια τοῖς κτήνεσιν ἡμῶν.
καὶ ἐπωνόμασεν Ἰησοῦς τὸν βωμὸν τῶν Ρουβην καὶ τῶν Γαδ καὶ τοῦ ἡμίσους φυλῆς Μανασση καὶ εἶπεν ὅτι μαρτύριόν ἐστιν ἀνὰ μέσον αὐτῶν ὅτι κύριος ὁ θεὸς αὐτῶν ἐστιν.
καὶ εἶπεν Ἰησοῦς πρὸς πάντα τὸν λαόν τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ πέραν τοῦ ποταμοῦ κατῴκησαν οἱ πατέρες ὑμῶν τὸ ἀπ’ ἀρχῆς Θαρα ὁ πατὴρ Αβρααμ καὶ ὁ πατὴρ Ναχωρ καὶ ἐλάτρευσαν θεοῖς ἑτέροις.
καὶ ἔδωκεν ὑμῖν γῆν ἐφ’ ἣν οὐκ ἐκοπιάσατε ἐπ’ αὐτῆς καὶ πόλεις ἃς οὐκ ᾠκοδομήσατε καὶ κατῳκίσθητε ἐν αὐταῖς καὶ ἀμπελῶνας καὶ ἐλαιῶνας οὓς οὐκ ἐφυτεύσατε ὑμεῖς ἔδεσθε.
καὶ διέθετο Ἰησοῦς διαθήκην πρὸς τὸν λαὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔδωκεν αὐτῷ νόμον καὶ κρίσιν ἐν Σηλω ἐνώπιον τῆς σκηνῆς τοῦ θεοῦ Ισραηλ.
καὶ ἐγένετο μετ’ ἐκεῖνα καὶ ἀπέθανεν Ἰησοῦς υἱὸς Ναυη δοῦλος κυρίου ἑκατὸν δέκα ἐτῶν.
καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ισραηλ προσαγάγετε ὧδε καὶ ἀκούσατε τὸ ῥῆμα κυρίου τοῦ θεοῦ ἡμῶν.
εἱστήκεισαν δὲ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐν τῷ Ιορδάνῃ ἕως οὗ συνετέλεσεν Ἰησοῦς πάντα ἃ ἐνετείλατο κύριος ἀναγγεῖλαι τῷ λαῷ καὶ ἔσπευσεν ὁ λαὸς καὶ διέβησαν.
καὶ ἐγένετο ὡς ἦν Ἰησοῦς ἐν Ιεριχω καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν ἄνθρωπον ἑστηκότα ἐναντίον αὐτοῦ καὶ ἡ ῥομφαία ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ καὶ προσελθὼν Ἰησοῦς εἶπεν αὐτῷ ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων.
καὶ Ρααβ τὴν πόρνην καὶ πάντα τὸν οἶκον τὸν πατρικὸν αὐτῆς ἐζώγρησεν Ἰησοῦς καὶ κατῴκησεν ἐν τῷ Ισραηλ ἕως τῆς σήμερον ἡμέρας διότι ἔκρυψεν τοὺς κατασκοπεύσαντας οὓς ἀπέστειλεν Ἰησοῦς κατασκοπεῦσαι τὴν Ιεριχω.
πλὴν τῶν κτηνῶν καὶ τῶν σκύλων τῶν ἐν τῇ πόλει πάντα ἃ ἐπρονόμευσαν οἱ υἱοὶ Ισραηλ κατὰ πρόσταγμα κυρίου ὃν τρόπον συνέταξεν κύριος τῷ Ἰησοῖ.
καὶ οὗτοι οἱ κατακληρονομήσαντες υἱῶν Ισραηλ ἐν τῇ γῇ Χανααν οἷς κατεκληρονόμησεν αὐτοῖς Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη καὶ οἱ ἄρχοντες πατριῶν φυλῶν τῶν υἱῶν Ισραηλ.
καὶ τῷ Χαλεβ υἱῷ Ιεφοννη ἔδωκεν μερίδα ἐν μέσῳ υἱῶν Ιουδα διὰ προστάγματος τοῦ θεοῦ καὶ ἔδωκεν αὐτῷ Ἰησοῦς τὴν πόλιν Αρβοκ μητρόπολιν Ενακ αὕτη ἐστὶν Χεβρων.
καὶ ἐξῆλθεν ὁ δεύτερος κλῆρος τῶν υἱῶν Συμεων καὶ ἐγενήθη ἡ κληρονομία αὐτῶν ἀνὰ μέσον κλήρων υἱῶν Ιουδα.
καὶ παρεγένοντο πρὸς τοὺς υἱοὺς Γαδ καὶ πρὸς τοὺς υἱοὺς Ρουβην καὶ πρὸς τοὺς ἡμίσεις φυλῆς Μανασση εἰς γῆν Γαλααδ καὶ ἐλάλησαν πρὸς αὐτοὺς λέγοντες.
καὶ φυλάξασθε σφόδρα τοῦ ἀγαπᾶν κύριον τὸν θεὸν ὑμῶν.
καὶ τὰ ὀστᾶ Ιωσηφ ἀνήγαγον οἱ υἱοὶ Ισραηλ ἐξ Αἰγύπτου καὶ κατώρυξαν ἐν Σικιμοις ἐν τῇ μερίδι τοῦ ἀγροῦ οὗ ἐκτήσατο Ιακωβ παρὰ τῶν Αμορραίων τῶν κατοικούντων ἐν Σικιμοις ἀμνάδων ἑκατὸν καὶ ἔδωκεν αὐτὴν Ιωσηφ ἐν μερίδι.