Psaumes - Κεφάλαιο 69

Psaumes 69.1 εἰς τὸ τέλος τῷ Δαυιδ εἰς ἀνάμνησιν. Psaumes 69.2 εἰς τὸ σῶσαί με κύριον ὁ θεός εἰς τὴν βοήθειάν μου πρόσχες. Psaumes 69.3 αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχήν ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κακά. Psaumes 69.4 ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι εὖγε εὖγε. Psaumes 69.5 ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε καὶ λεγέτωσαν διὰ παντός μεγαλυνθήτω ὁ θεός οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. Psaumes 69.6 ἐγὼ δὲ πτωχὸς καὶ πένης ὁ θεός βοήθησόν μοι βοηθός μου καὶ ῥύστης μου εἶ σύ κύριε μὴ χρονίσῃς.

Psaumes : Κεφάλαιο 69

Lisez κεφάλαιο 69 de Psaumes (Ancien testament en grec - Septante). Aperçu: εἰς τὸ τέλος τῷ Δαυιδ εἰς ἀνάμνησιν....