Nombres - Κεφάλαιο 23

Nombres 23.1 καὶ εἶπεν Βαλααμ τῷ Βαλακ οἰκοδόμησόν μοι ἐνταῦθα ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ἐνταῦθα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς. Nombres 23.2 καὶ ἐποίησεν Βαλακ ὃν τρόπον εἶπεν αὐτῷ Βαλααμ καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. Nombres 23.3 καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ παράστηθι ἐπὶ τῆς θυσίας σου καὶ πορεύσομαι εἴ μοι φανεῖται ὁ θεὸς ἐν συναντήσει καὶ ῥῆμα ὃ ἐάν μοι δείξῃ ἀναγγελῶ σοι καὶ παρέστη Βαλακ ἐπὶ τῆς θυσίας αὐτοῦ καὶ Βαλααμ ἐπορεύθη ἐπερωτῆσαι τὸν θεὸν καὶ ἐπορεύθη εὐθεῖαν. Nombres 23.4 καὶ ἐφάνη ὁ θεὸς τῷ Βαλααμ καὶ εἶπεν πρὸς αὐτὸν Βαλααμ τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. Nombres 23.5 καὶ ἐνέβαλεν ὁ θεὸς ῥῆμα εἰς τὸ στόμα Βαλααμ καὶ εἶπεν ἐπιστραφεὶς πρὸς Βαλακ οὕτως λαλήσεις. Nombres 23.6 καὶ ἀπεστράφη πρὸς αὐτόν καὶ ὅδε ἐφειστήκει ἐπὶ τῶν ὁλοκαυτωμάτων αὐτοῦ καὶ πάντες οἱ ἄρχοντες Μωαβ μετ’ αὐτοῦ. Nombres 23.7 καὶ ἐγενήθη πνεῦμα θεοῦ ἐπ’ αὐτῷ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλακ βασιλεὺς Μωαβ ἐξ ὀρέων ἀπ’ ἀνατολῶν λέγων δεῦρο ἄρασαί μοι τὸν Ιακωβ καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν Ισραηλ. Nombres 23.8 τί ἀράσωμαι ὃν μὴ καταρᾶται κύριος ἢ τί καταράσωμαι ὃν μὴ καταρᾶται ὁ θεός. Nombres 23.9 ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτὸν καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν ἰδοὺ λαὸς μόνος κατοικήσει καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται. Nombres 23.10 τίς ἐξηκριβάσατο τὸ σπέρμα Ιακωβ καὶ τίς ἐξαριθμήσεται δήμους Ισραηλ ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων. Nombres 23.11 καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ τί πεποίηκάς μοι εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν. Nombres 23.12 καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ οὐχὶ ὅσα ἐὰν ἐμβάλῃ ὁ θεὸς εἰς τὸ στόμα μου τοῦτο φυλάξω λαλῆσαι. Nombres 23.13 καὶ εἶπεν πρὸς αὐτὸν Βαλακ δεῦρο ἔτι μετ’ ἐμοῦ εἰς τόπον ἄλλον ἐξ ὧν οὐκ ὄψῃ αὐτὸν ἐκεῖθεν ἀλλ’ ἢ μέρος τι αὐτοῦ ὄψῃ πάντας δὲ οὐ μὴ ἴδῃς καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν. Nombres 23.14 καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν λελαξευμένου καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμοὺς καὶ ἀνεβίβασεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. Nombres 23.15 καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ παράστηθι ἐπὶ τῆς θυσίας σου ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν θεόν. Nombres 23.16 καὶ συνήντησεν ὁ θεὸς τῷ Βαλααμ καὶ ἐνέβαλεν ῥῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν ἀποστράφητι πρὸς Βαλακ καὶ τάδε λαλήσεις. Nombres 23.17 καὶ ἀπεστράφη πρὸς αὐτόν καὶ ὅδε ἐφειστήκει ἐπὶ τῆς ὁλοκαυτώσεως αὐτοῦ καὶ πάντες οἱ ἄρχοντες Μωαβ μετ’ αὐτοῦ καὶ εἶπεν αὐτῷ Βαλακ τί ἐλάλησεν κύριος. Nombres 23.18 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ἀνάστηθι Βαλακ καὶ ἄκουε ἐνώτισαι μάρτυς υἱὸς Σεπφωρ. Nombres 23.19 οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαρτηθῆναι οὐδὲ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι αὐτὸς εἴπας οὐχὶ ποιήσει λαλήσει καὶ οὐχὶ ἐμμενεῖ. Nombres 23.20 ἰδοὺ εὐλογεῖν παρείλημμαι εὐλογήσω καὶ οὐ μὴ ἀποστρέψω. Nombres 23.21 οὐκ ἔσται μόχθος ἐν Ιακωβ οὐδὲ ὀφθήσεται πόνος ἐν Ισραηλ κύριος ὁ θεὸς αὐτοῦ μετ’ αὐτοῦ τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ. Nombres 23.22 θεὸς ὁ ἐξαγαγὼν αὐτοὺς ἐξ Αἰγύπτου ὡς δόξα μονοκέρωτος αὐτῷ. Nombres 23.23 οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ιακωβ οὐδὲ μαντεία ἐν Ισραηλ κατὰ καιρὸν ῥηθήσεται Ιακωβ καὶ τῷ Ισραηλ τί ἐπιτελέσει ὁ θεός. Nombres 23.24 ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται καὶ ὡς λέων γαυριωθήσεται οὐ κοιμηθήσεται ἕως φάγῃ θήραν καὶ αἷμα τραυματιῶν πίεται. Nombres 23.25 καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ οὔτε κατάραις καταράσῃ μοι αὐτὸν οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν. Nombres 23.26 καὶ ἀποκριθεὶς Βαλααμ εἶπεν τῷ Βαλακ οὐκ ἐλάλησά σοι λέγων τὸ ῥῆμα ὃ ἐὰν λαλήσῃ ὁ θεός τοῦτο ποιήσω. Nombres 23.27 καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ δεῦρο παραλάβω σε εἰς τόπον ἄλλον εἰ ἀρέσει τῷ θεῷ καὶ καταρᾶσαί μοι αὐτὸν ἐκεῖθεν. Nombres 23.28 καὶ παρέλαβεν Βαλακ τὸν Βαλααμ ἐπὶ κορυφὴν τοῦ Φογωρ τὸ παρατεῖνον εἰς τὴν ἔρημον. Nombres 23.29 καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ οἰκοδόμησόν μοι ὧδε ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ὧδε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς. Nombres 23.30 καὶ ἐποίησεν Βαλακ καθάπερ εἶπεν αὐτῷ Βαλααμ καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

Nombres : Κεφάλαιο 23

Lisez κεφάλαιο 23 de Nombres (Ancien testament en grec - Septante). Aperçu: καὶ εἶπεν Βαλααμ τῷ Βαλακ οἰκοδόμησόν μοι ἐνταῦθα ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ἐνταῦθα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς....