Job - Κεφάλαιο 11

Job 11.1 ὑπολαβὼν δὲ Σωφαρ ὁ Μιναῖος λέγει. Job 11.2 ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται ἢ καὶ ὁ εὔλαλος οἴεται εἶναι δίκαιος εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος. Job 11.3 μὴ πολὺς ἐν ῥήμασιν γίνου οὐ γάρ ἐστιν ὁ ἀντικρινόμενός σοι. Job 11.4 μὴ γὰρ λέγε ὅτι καθαρός εἰμι τοῖς ἔργοις καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ. Job 11.5 ἀλλὰ πῶς ἂν ὁ κύριος λαλήσαι πρὸς σέ καὶ ἀνοίξει χείλη αὐτοῦ μετὰ σοῦ. Job 11.6 εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας ὅτι διπλοῦς ἔσται τῶν κατὰ σέ καὶ τότε γνώσῃ ὅτι ἄξιά σοι ἀπέβη ἀπὸ κυρίου ὧν ἡμάρτηκας. Job 11.7 ἦ ἴχνος κυρίου εὑρήσεις ἢ εἰς τὰ ἔσχατα ἀφίκου ἃ ἐποίησεν ὁ παντοκράτωρ. Job 11.8 ὑψηλὸς ὁ οὐρανός καὶ τί ποιήσεις βαθύτερα δὲ τῶν ἐν ᾅδου τί οἶδας. Job 11.9 ἢ μακρότερα μέτρου γῆς ἢ εὔρους θαλάσσης. Job 11.10 ἐὰν δὲ καταστρέψῃ τὰ πάντα τίς ἐρεῖ αὐτῷ τί ἐποίησας. Job 11.11 αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων ἰδὼν δὲ ἄτοπα οὐ παρόψεται. Job 11.12 ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις βροτὸς δὲ γεννητὸς γυναικὸς ἴσα ὄνῳ ἐρημίτῃ. Job 11.13 εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου ὑπτιάζεις δὲ χεῖρας πρὸς αὐτόν. Job 11.14 εἰ ἄνομόν τί ἐστιν ἐν χερσίν σου πόρρω ποίησον αὐτὸ ἀπὸ σοῦ ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω. Job 11.15 οὕτως γὰρ ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν ἐκδύσῃ δὲ ῥύπον καὶ οὐ μὴ φοβηθῇς. Job 11.16 καὶ τὸν κόπον ἐπιλήσῃ ὥσπερ κῦμα παρελθὸν καὶ οὐ πτοηθήσῃ. Job 11.17 ἡ δὲ εὐχή σου ὥσπερ ἑωσφόρος ἐκ δὲ μεσημβρίας ἀνατελεῖ σοι ζωή. Job 11.18 πεποιθώς τε ἔσῃ ὅτι ἔστιν σοι ἐλπίς ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη. Job 11.19 ἡσυχάσεις γάρ καὶ οὐκ ἔσται ὁ πολεμῶν σε μεταβαλόμενοι δὲ πολλοί σου δεηθήσονται. Job 11.20 σωτηρία δὲ αὐτοὺς ἀπολείψει ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπώλεια ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται.

Job : Κεφάλαιο 11

Lisez κεφάλαιο 11 de Job (Ancien testament en grec - Septante). Aperçu: ὑπολαβὼν δὲ Σωφαρ ὁ Μιναῖος λέγει....