Jérémie - Κεφάλαιο 28

Jérémie 28.1 τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ Βαβυλῶνα καὶ ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους ἄνεμον καύσωνα διαφθείροντα. Jérémie 28.2 καὶ ἐξαποστελῶ εἰς Βαβυλῶνα ὑβριστάς καὶ καθυβρίσουσιν αὐτὴν καὶ λυμανοῦνται τὴν γῆν αὐτῆς οὐαὶ ἐπὶ Βαβυλῶνα κυκλόθεν ἐν ἡμέρᾳ κακώσεως αὐτῆς. Jérémie 28.3 ἐπ’ αὐτὴν τεινέτω ὁ τείνων τὸ τόξον αὐτοῦ καὶ περιθέσθω ᾧ ἐστιν ὅπλα αὐτῷ καὶ μὴ φείσησθε ἐπὶ νεανίσκους αὐτῆς καὶ ἀφανίσατε πᾶσαν τὴν δύναμιν αὐτῆς. Jérémie 28.4 καὶ πεσοῦνται τραυματίαι ἐν γῇ Χαλδαίων καὶ κατακεκεντημένοι ἔξωθεν αὐτῆς. Jérémie 28.5 διότι οὐκ ἐχήρευσεν Ισραηλ καὶ Ιουδας ἀπὸ θεοῦ αὐτῶν ἀπὸ κυρίου παντοκράτορος ὅτι ἡ γῆ αὐτῶν ἐπλήσθη ἀδικίας ἀπὸ τῶν ἁγίων Ισραηλ. Jérémie 28.6 φεύγετε ἐκ μέσου Βαβυλῶνος καὶ ἀνασῴζετε ἕκαστος τὴν ψυχὴν αὐτοῦ καὶ μὴ ἀπορριφῆτε ἐν τῇ ἀδικίᾳ αὐτῆς ὅτι καιρὸς ἐκδικήσεως αὐτῆς ἐστιν παρὰ κυρίου ἀνταπόδομα αὐτὸς ἀνταποδίδωσιν αὐτῇ. Jérémie 28.7 ποτήριον χρυσοῦν Βαβυλὼν ἐν χειρὶ κυρίου μεθύσκον πᾶσαν τὴν γῆν ἀπὸ τοῦ οἴνου αὐτῆς ἐπίοσαν ἔθνη διὰ τοῦτο ἐσαλεύθησαν. Jérémie 28.8 καὶ ἄφνω ἔπεσεν Βαβυλὼν καὶ συνετρίβη θρηνεῖτε αὐτήν λάβετε ῥητίνην τῇ διαφθορᾷ αὐτῆς εἴ πως ἰαθήσεται. Jérémie 28.9 ἰατρεύσαμεν τὴν Βαβυλῶνα καὶ οὐκ ἰάθη ἐγκαταλίπωμεν αὐτὴν καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν αὐτοῦ ὅτι ἤγγισεν εἰς οὐρανὸν τὸ κρίμα αὐτῆς ἐξῆρεν ἕως τῶν ἄστρων. Jérémie 28.10 ἐξήνεγκεν κύριος τὸ κρίμα αὐτοῦ δεῦτε καὶ ἀναγγείλωμεν εἰς Σιων τὰ ἔργα κυρίου θεοῦ ἡμῶν. Jérémie 28.11 παρασκευάζετε τὰ τοξεύματα πληροῦτε τὰς φαρέτρας ἤγειρεν κύριος τὸ πνεῦμα βασιλέως Μήδων ὅτι εἰς Βαβυλῶνα ἡ ὀργὴ αὐτοῦ τοῦ ἐξολεθρεῦσαι αὐτήν ὅτι ἐκδίκησις κυρίου ἐστίν ἐκδίκησις λαοῦ αὐτοῦ ἐστιν. Jérémie 28.12 ἐπὶ τειχέων Βαβυλῶνος ἄρατε σημεῖον ἐπιστήσατε φαρέτρας ἐγείρατε φυλακάς ἑτοιμάσατε ὅπλα ὅτι ἐνεχείρησεν καὶ ποιήσει κύριος ἃ ἐλάλησεν ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα. Jérémie 28.13 κατασκηνοῦντας ἐφ’ ὕδασι πολλοῖς καὶ ἐπὶ πλήθει θησαυρῶν αὐτῆς ἥκει τὸ πέρας σου ἀληθῶς εἰς τὰ σπλάγχα σου. Jérémie 28.14 ὅτι ὤμοσεν κύριος κατὰ τοῦ βραχίονος αὐτοῦ διότι πληρώσω σε ἀνθρώπων ὡσεὶ ἀκρίδων καὶ φθέγξονται ἐπὶ σὲ οἱ καταβαίνοντες. Jérémie 28.15 ποιῶν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ ἑτοιμάζων οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ ἐν τῇ συνέσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανόν. Jérémie 28.16 εἰς φωνὴν ἔθετο ἦχος ὕδατος ἐν τῷ οὐρανῷ καὶ ἀνήγαγεν νεφέλας ἀπ’ ἐσχάτου τῆς γῆς ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν φῶς ἐκ θησαυρῶν αὐτοῦ. Jérémie 28.17 ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως κατῃσχύνθη πᾶς χρυσοχόος ἀπὸ τῶν γλυπτῶν αὐτοῦ ὅτι ψευδῆ ἐχώνευσαν οὐκ ἔστιν πνεῦμα ἐν αὐτοῖς.

Jérémie : Κεφάλαιο 28

Lisez κεφάλαιο 28 de Jérémie (Ancien testament en grec - Septante). Aperçu: τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ Βαβυλῶνα καὶ ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους ἄνεμον καύσωνα διαφθείροντα....