Isaïe - Κεφάλαιο 51

Isaïe 51.1 ἀκούσατέ μου οἱ διώκοντες τὸ δίκαιον καὶ ζητοῦντες τὸν κύριον ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν ἣν ἐλατομήσατε καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου ὃν ὠρύξατε. Isaïe 51.2 ἐμβλέψατε εἰς Αβρααμ τὸν πατέρα ὑμῶν καὶ εἰς Σαρραν τὴν ὠδίνουσαν ὑμᾶς ὅτι εἷς ἦν καὶ ἐκάλεσα αὐτὸν καὶ εὐλόγησα αὐτὸν καὶ ἠγάπησα αὐτὸν καὶ ἐπλήθυνα αὐτόν. Isaïe 51.3 καὶ σὲ νῦν παρακαλέσω Σιων καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς καὶ θήσω τὰ ἔρημα αὐτῆς ὡς παράδεισον κυρίου εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως. Isaïe 51.4 ἀκούσατέ μου ἀκούσατε λαός μου καὶ οἱ βασιλεῖς πρός με ἐνωτίσασθε ὅτι νόμος παρ’ ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. Isaïe 51.5 ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου καὶ ἐξελεύσεται ὡς φῶς τὸ σωτήριόν μου καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν ἐμὲ νῆσοι ὑπομενοῦσιν καὶ εἰς τὸν βραχίονά μου ἐλπιοῦσιν. Isaïe 51.6 ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἐμβλέψατε εἰς τὴν γῆν κάτω ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται οἱ δὲ κατοικοῦντες τὴν γῆν ὥσπερ ταῦτα ἀποθανοῦνται τὸ δὲ σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται ἡ δὲ δικαιοσύνη μου οὐ μὴ ἐκλίπῃ. Isaïe 51.7 ἀκούσατέ μου οἱ εἰδότες κρίσιν λαός μου οὗ ὁ νόμος μου ἐν τῇ καρδίᾳ ὑμῶν μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε. Isaïe 51.8 ὥσπερ γὰρ ἱμάτιον βρωθήσεται ὑπὸ χρόνου καὶ ὡς ἔρια βρωθήσεται ὑπὸ σητός ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα ἔσται τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεῶν. Isaïe 51.9 ἐξεγείρου ἐξεγείρου Ιερουσαλημ καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμέρας ὡς γενεὰ αἰῶνος οὐ σὺ εἶ. Isaïe 51.10 ἡ ἐρημοῦσα θάλασσαν ὕδωρ ἀβύσσου πλῆθος ἡ θεῖσα τὰ βάθη τῆς θαλάσσης ὁδὸν διαβάσεως ῥυομένοις. Isaïe 51.11 καὶ λελυτρωμένοις ὑπὸ γὰρ κυρίου ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιων μετ’ εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν ἀγαλλίασις καὶ αἴνεσις καὶ εὐφροσύνη καταλήμψεται αὐτούς ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Isaïe 51.12 ἐγώ εἰμι ἐγώ εἰμι ὁ παρακαλῶν σε γνῶθι τίνα εὐλαβηθεῖσα ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ καὶ ἀπὸ υἱοῦ ἀνθρώπου οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν. Isaïe 51.13 καὶ ἐπελάθου θεὸν τὸν ποιήσαντά σε τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ θεμελιώσαντα τὴν γῆν καὶ ἐφόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσωπον τοῦ θυμοῦ τοῦ θλίβοντός σε ὃν τρόπον γὰρ ἐβουλεύσατο τοῦ ἆραί σε καὶ νῦν ποῦ ὁ θυμὸς τοῦ θλίβοντός σε. Isaïe 51.14 ἐν γὰρ τῷ σῴζεσθαί σε οὐ στήσεται οὐδὲ χρονιεῖ. Isaïe 51.15 ὅτι ἐγὼ ὁ θεός σου ὁ ταράσσων τὴν θάλασσαν καὶ ἠχῶν τὰ κύματα αὐτῆς κύριος σαβαωθ ὄνομά μοι. Isaïe 51.16 θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε ἐν ᾗ ἔστησα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν καὶ ἐρεῖ Σιων λαός μου εἶ σύ. Isaïe 51.17 ἐξεγείρου ἐξεγείρου ἀνάστηθι Ιερουσαλημ ἡ πιοῦσα τὸ ποτήριον τοῦ θυμοῦ ἐκ χειρὸς κυρίου τὸ ποτήριον γὰρ τῆς πτώσεως τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες καὶ ἐξεκένωσας. Isaïe 51.18 καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου ὧν ἔτεκες καὶ οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου οὐδὲ ἀπὸ πάντων τῶν υἱῶν σου ὧν ὕψωσας. Isaïe 51.19 δύο ταῦτα ἀντικείμενά σοι τίς σοι συλλυπηθήσεται πτῶμα καὶ σύντριμμα λιμὸς καὶ μάχαιρα τίς σε παρακαλέσει. Isaïe 51.20 οἱ υἱοί σου οἱ ἀπορούμενοι οἱ καθεύδοντες ἐπ’ ἄκρου πάσης ἐξόδου ὡς σευτλίον ἡμίεφθον οἱ πλήρεις θυμοῦ κυρίου ἐκλελυμένοι διὰ κυρίου τοῦ θεοῦ. Isaïe 51.21 διὰ τοῦτο ἄκουε τεταπεινωμένη καὶ μεθύουσα οὐκ ἀπὸ οἴνου. Isaïe 51.22 οὕτως λέγει κύριος ὁ θεὸς ὁ κρίνων τὸν λαὸν αὐτοῦ ἰδοὺ εἴληφα ἐκ τῆς χειρός σου τὸ ποτήριον τῆς πτώσεως τὸ κόνδυ τοῦ θυμοῦ καὶ οὐ προσθήσῃ ἔτι πιεῖν αὐτό. Isaïe 51.23 καὶ ἐμβαλῶ αὐτὸ εἰς τὰς χεῖρας τῶν ἀδικησάντων σε καὶ τῶν ταπεινωσάντων σε οἳ εἶπαν τῇ ψυχῇ σου κύψον ἵνα παρέλθωμεν καὶ ἔθηκας ἴσα τῇ γῇ τὰ μετάφρενά σου ἔξω τοῖς παραπορευομένοις.

Isaïe : Κεφάλαιο 51

Lisez κεφάλαιο 51 de Isaïe (Ancien testament en grec - Septante). Aperçu: ἀκούσατέ μου οἱ διώκοντες τὸ δίκαιον καὶ ζητοῦντες τὸν κύριον ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν ἣν ἐλατομήσατε καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου ὃν ὠρύξατ...