Isaïe - Κεφάλαιο 34

Isaïe 34.1 προσαγάγετε ἔθνη καὶ ἀκούσατε ἄρχοντες ἀκουσάτω ἡ γῆ καὶ οἱ ἐν αὐτῇ ἡ οἰκουμένη καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ. Isaïe 34.2 διότι θυμὸς κυρίου ἐπὶ πάντα τὰ ἔθνη καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν τοῦ ἀπολέσαι αὐτοὺς καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγήν. Isaïe 34.3 οἱ δὲ τραυματίαι αὐτῶν ῥιφήσονται καὶ οἱ νεκροί καὶ ἀναβήσεται αὐτῶν ἡ ὀσμή καὶ βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν. Isaïe 34.4 καὶ ἑλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς. Isaïe 34.5 ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ ἰδοὺ ἐπὶ τὴν Ιδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως. Isaïe 34.6 ἡ μάχαιρα κυρίου ἐνεπλήσθη αἵματος ἐπαχύνθη ἀπὸ στέατος ἀρνῶν καὶ ἀπὸ στέατος τράγων καὶ κριῶν ὅτι θυσία κυρίῳ ἐν Βοσορ καὶ σφαγὴ μεγάλη ἐν τῇ Ιδουμαίᾳ. Isaïe 34.7 καὶ συμπεσοῦνται οἱ ἁδροὶ μετ’ αὐτῶν καὶ οἱ κριοὶ καὶ οἱ ταῦροι καὶ μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται. Isaïe 34.8 ἡμέρα γὰρ κρίσεως κυρίου καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιων. Isaïe 34.9 καὶ στραφήσονται αὐτῆς αἱ φάραγγες εἰς πίσσαν καὶ ἡ γῆ αὐτῆς εἰς θεῖον καὶ ἔσται αὐτῆς ἡ γῆ καιομένη ὡς πίσσα. Isaïe 34.10 νυκτὸς καὶ ἡμέρας καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω εἰς γενεὰς ἐρημωθήσεται καὶ εἰς χρόνον πολύν. Isaïe 34.11 καὶ κατοικήσουσιν ἐν αὐτῇ ὄρνεα καὶ ἐχῖνοι καὶ ἴβεις καὶ κόρακες καὶ ἐπιβληθήσεται ἐπ’ αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ. Isaïe 34.12 οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται οἱ γὰρ βασιλεῖς αὐτῆς καὶ οἱ ἄρχοντες αὐτῆς καὶ οἱ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς ἀπώλειαν. Isaïe 34.13 καὶ ἀναφύσει εἰς τὰς πόλεις αὐτῶν ἀκάνθινα ξύλα καὶ εἰς τὰ ὀχυρώματα αὐτῆς καὶ ἔσται ἔπαυλις σειρήνων καὶ αὐλὴ στρουθῶν. Isaïe 34.14 καὶ συναντήσουσιν δαιμόνια ὀνοκενταύροις καὶ βοήσουσιν ἕτερος πρὸς τὸν ἕτερον ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι εὗρον γὰρ αὑτοῖς ἀνάπαυσιν. Isaïe 34.15 ἐκεῖ ἐνόσσευσεν ἐχῖνος καὶ ἔσωσεν ἡ γῆ τὰ παιδία αὐτῆς μετὰ ἀσφαλείας ἐκεῖ ἔλαφοι συνήντησαν καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων. Isaïe 34.16 ἀριθμῷ παρῆλθον καὶ μία αὐτῶν οὐκ ἀπώλετο ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησαν ὅτι κύριος ἐνετείλατο αὐτοῖς καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς. Isaïe 34.17 καὶ αὐτὸς ἐπιβαλεῖ αὐτοῖς κλήρους καὶ ἡ χεὶρ αὐτοῦ διεμέρισεν βόσκεσθαι εἰς τὸν αἰῶνα χρόνον κληρονομήσετε εἰς γενεὰς γενεῶν ἀναπαύσονται ἐπ’ αὐτῆς.

Isaïe : Κεφάλαιο 34

Lisez κεφάλαιο 34 de Isaïe (Ancien testament en grec - Septante). Aperçu: προσαγάγετε ἔθνη καὶ ἀκούσατε ἄρχοντες ἀκουσάτω ἡ γῆ καὶ οἱ ἐν αὐτῇ ἡ οἰκουμένη καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ....