Isaïe - Κεφάλαιο 20

Isaïe 20.1 τοῦ ἔτους οὗ εἰσῆλθεν Ταναθαν εἰς Ἄζωτον ἡνίκα ἀπεστάλη ὑπὸ Αρνα βασιλέως Ἀσσυρίων καὶ ἐπολέμησεν τὴν Ἄζωτον καὶ κατελάβετο αὐτήν. Isaïe 20.2 τότε ἐλάλησεν κύριος πρὸς Ησαιαν λέγων πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου καὶ ἐποίησεν οὕτως πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος. Isaïe 20.3 καὶ εἶπεν κύριος ὃν τρόπον πεπόρευται Ησαιας ὁ παῖς μου γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη ἔσται σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν. Isaïe 20.4 ὅτι οὕτως ἄξει βασιλεὺς Ἀσσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰθιόπων νεανίσκους καὶ πρεσβύτας γυμνοὺς καὶ ἀνυποδέτους ἀνακεκαλυμμένους τὴν αἰσχύνην Αἰγύπτου. Isaïe 20.5 καὶ αἰσχυνθήσονται ἡττηθέντες οἱ Αἰγύπτιοι ἐπὶ τοῖς Αἰθίοψιν ἐφ’ οἷς ἦσαν πεποιθότες οἱ Αἰγύπτιοι ἦσαν γὰρ αὐτοῖς δόξα. Isaïe 20.6 καὶ ἐροῦσιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν οἳ οὐκ ἐδύναντο σωθῆναι ἀπὸ βασιλέως Ἀσσυρίων καὶ πῶς ἡμεῖς σωθησόμεθα.

Isaïe : Κεφάλαιο 20

Lisez κεφάλαιο 20 de Isaïe (Ancien testament en grec - Septante). Aperçu: τοῦ ἔτους οὗ εἰσῆλθεν Ταναθαν εἰς Ἄζωτον ἡνίκα ἀπεστάλη ὑπὸ Αρνα βασιλέως Ἀσσυρίων καὶ ἐπολέμησεν τὴν Ἄζωτον καὶ κατελάβετο αὐτήν....