Genèse - Κεφάλαιο 36

Genèse 36.1 αὗται δὲ αἱ γενέσεις Ησαυ αὐτός ἐστιν Εδωμ. Genèse 36.2 Ησαυ δὲ ἔλαβεν γυναῖκας ἑαυτῷ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων τὴν Αδα θυγατέρα Αιλων τοῦ Χετταίου καὶ τὴν Ελιβεμα θυγατέρα Ανα τοῦ υἱοῦ Σεβεγων τοῦ Ευαίου. Genèse 36.3 καὶ τὴν Βασεμμαθ θυγατέρα Ισμαηλ ἀδελφὴν Ναβαιωθ. Genèse 36.4 ἔτεκεν δὲ Αδα τῷ Ησαυ τὸν Ελιφας καὶ Βασεμμαθ ἔτεκεν τὸν Ραγουηλ. Genèse 36.5 καὶ Ελιβεμα ἔτεκεν τὸν Ιεους καὶ τὸν Ιεγλομ καὶ τὸν Κορε οὗτοι υἱοὶ Ησαυ οἳ ἐγένοντο αὐτῷ ἐν γῇ Χανααν. Genèse 36.6 ἔλαβεν δὲ Ησαυ τὰς γυναῖκας αὐτοῦ καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα καὶ πάντα τὰ κτήνη καὶ πάντα ὅσα ἐκτήσατο καὶ ὅσα περιεποιήσατο ἐν γῇ Χανααν καὶ ἐπορεύθη ἐκ γῆς Χανααν ἀπὸ προσώπου Ιακωβ τοῦ ἀδελφοῦ αὐτοῦ. Genèse 36.7 ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ τοῦ οἰκεῖν ἅμα καὶ οὐκ ἐδύνατο ἡ γῆ τῆς παροικήσεως αὐτῶν φέρειν αὐτοὺς ἀπὸ τοῦ πλήθους τῶν ὑπαρχόντων αὐτῶν. Genèse 36.8 ᾤκησεν δὲ Ησαυ ἐν τῷ ὄρει Σηιρ Ησαυ αὐτός ἐστιν Εδωμ. Genèse 36.9 αὗται δὲ αἱ γενέσεις Ησαυ πατρὸς Εδωμ ἐν τῷ ὄρει Σηιρ. Genèse 36.10 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ησαυ Ελιφας υἱὸς Αδας γυναικὸς Ησαυ καὶ Ραγουηλ υἱὸς Βασεμμαθ γυναικὸς Ησαυ. Genèse 36.11 ἐγένοντο δὲ υἱοὶ Ελιφας Θαιμαν Ωμαρ Σωφαρ Γοθομ καὶ Κενεζ. Genèse 36.12 Θαμνα δὲ ἦν παλλακὴ Ελιφας τοῦ υἱοῦ Ησαυ καὶ ἔτεκεν τῷ Ελιφας τὸν Αμαληκ οὗτοι υἱοὶ Αδας γυναικὸς Ησαυ. Genèse 36.13 οὗτοι δὲ υἱοὶ Ραγουηλ Ναχοθ Ζαρε Σομε καὶ Μοζε οὗτοι ἦσαν υἱοὶ Βασεμμαθ γυναικὸς Ησαυ. Genèse 36.14 οὗτοι δὲ ἦσαν υἱοὶ Ελιβεμας θυγατρὸς Ανα τοῦ υἱοῦ Σεβεγων γυναικὸς Ησαυ ἔτεκεν δὲ τῷ Ησαυ τὸν Ιεους καὶ τὸν Ιεγλομ καὶ τὸν Κορε. Genèse 36.15 οὗτοι ἡγεμόνες υἱοὶ Ησαυ υἱοὶ Ελιφας πρωτοτόκου Ησαυ ἡγεμὼν Θαιμαν ἡγεμὼν Ωμαρ ἡγεμὼν Σωφαρ ἡγεμὼν Κενεζ. Genèse 36.16 ἡγεμὼν Κορε ἡγεμὼν Γοθομ ἡγεμὼν Αμαληκ οὗτοι ἡγεμόνες Ελιφας ἐν γῇ Ιδουμαίᾳ οὗτοι υἱοὶ Αδας. Genèse 36.17 καὶ οὗτοι υἱοὶ Ραγουηλ υἱοῦ Ησαυ ἡγεμὼν Ναχοθ ἡγεμὼν Ζαρε ἡγεμὼν Σομε ἡγεμὼν Μοζε οὗτοι ἡγεμόνες Ραγουηλ ἐν γῇ Εδωμ οὗτοι υἱοὶ Βασεμμαθ γυναικὸς Ησαυ. Genèse 36.18 οὗτοι δὲ υἱοὶ Ελιβεμας γυναικὸς Ησαυ ἡγεμὼν Ιεους ἡγεμὼν Ιεγλομ ἡγεμὼν Κορε οὗτοι ἡγεμόνες Ελιβεμας. Genèse 36.19 οὗτοι υἱοὶ Ησαυ καὶ οὗτοι ἡγεμόνες αὐτῶν οὗτοί εἰσιν υἱοὶ Εδωμ. Genèse 36.20 οὗτοι δὲ υἱοὶ Σηιρ τοῦ Χορραίου τοῦ κατοικοῦντος τὴν γῆν Λωταν Σωβαλ Σεβεγων Ανα. Genèse 36.21 καὶ Δησων καὶ Ασαρ καὶ Ρισων οὗτοι ἡγεμόνες τοῦ Χορραίου τοῦ υἱοῦ Σηιρ ἐν τῇ γῇ Εδωμ. Genèse 36.22 ἐγένοντο δὲ υἱοὶ Λωταν Χορρι καὶ Αιμαν ἀδελφὴ δὲ Λωταν Θαμνα. Genèse 36.23 οὗτοι δὲ υἱοὶ Σωβαλ Γωλων καὶ Μαναχαθ καὶ Γαιβηλ Σωφ καὶ Ωμαν. Genèse 36.24 καὶ οὗτοι υἱοὶ Σεβεγων Αιε καὶ Ωναν οὗτός ἐστιν ὁ Ωνας ὃς εὗρεν τὸν Ιαμιν ἐν τῇ ἐρήμῳ ὅτε ἔνεμεν τὰ ὑποζύγια Σεβεγων τοῦ πατρὸς αὐτοῦ. Genèse 36.25 οὗτοι δὲ υἱοὶ Ανα Δησων καὶ Ελιβεμα θυγάτηρ Ανα. Genèse 36.26 οὗτοι δὲ υἱοὶ Δησων Αμαδα καὶ Ασβαν καὶ Ιεθραν καὶ Χαρραν. Genèse 36.27 οὗτοι δὲ υἱοὶ Ασαρ Βαλααν καὶ Ζουκαμ καὶ Ιωυκαμ καὶ Ουκαν. Genèse 36.28 οὗτοι δὲ υἱοὶ Ρισων Ως καὶ Αραμ. Genèse 36.29 οὗτοι ἡγεμόνες Χορρι ἡγεμὼν Λωταν ἡγεμὼν Σωβαλ ἡγεμὼν Σεβεγων ἡγεμὼν Ανα. Genèse 36.30 ἡγεμὼν Δησων ἡγεμὼν Ασαρ ἡγεμὼν Ρισων οὗτοι ἡγεμόνες Χορρι ἐν ταῖς ἡγεμονίαις αὐτῶν ἐν γῇ Εδωμ. Genèse 36.31 καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Εδωμ πρὸ τοῦ βασιλεῦσαι βασιλέα ἐν Ισραηλ. Genèse 36.32 καὶ ἐβασίλευσεν ἐν Εδωμ Βαλακ υἱὸς τοῦ Βεωρ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβα. Genèse 36.33 ἀπέθανεν δὲ Βαλακ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Ιωβαβ υἱὸς Ζαρα ἐκ Βοσορρας. Genèse 36.34 ἀπέθανεν δὲ Ιωβαβ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Ασομ ἐκ τῆς γῆς Θαιμανων. Genèse 36.35 ἀπέθανεν δὲ Ασομ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Αδαδ υἱὸς Βαραδ ὁ ἐκκόψας Μαδιαμ ἐν τῷ πεδίῳ Μωαβ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαιμ. Genèse 36.36 ἀπέθανεν δὲ Αδαδ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Σαμαλα ἐκ Μασεκκας. Genèse 36.37 ἀπέθανεν δὲ Σαμαλα καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Σαουλ ἐκ Ροωβωθ τῆς παρὰ ποταμόν. Genèse 36.38 ἀπέθανεν δὲ Σαουλ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Βαλαεννων υἱὸς Αχοβωρ. Genèse 36.39 ἀπέθανεν δὲ Βαλαεννων υἱὸς Αχοβωρ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Αραδ υἱὸς Βαραδ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογωρ ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ Μαιτεβεηλ θυγάτηρ Ματραιθ υἱοῦ Μαιζοοβ. Genèse 36.40 ταῦτα τὰ ὀνόματα τῶν ἡγεμόνων Ησαυ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ τόπον αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν ἡγεμὼν Θαμνα ἡγεμὼν Γωλα ἡγεμὼν Ιεθερ. Genèse 36.41 ἡγεμὼν Ελιβεμας ἡγεμὼν Ηλας ἡγεμὼν Φινων. Genèse 36.42 ἡγεμὼν Κενεζ ἡγεμὼν Θαιμαν ἡγεμὼν Μαζαρ. Genèse 36.43 ἡγεμὼν Μεγεδιηλ ἡγεμὼν Ζαφωιμ οὗτοι ἡγεμόνες Εδωμ ἐν ταῖς κατῳκοδομημέναις ἐν τῇ γῇ τῆς κτήσεως αὐτῶν οὗτος Ησαυ πατὴρ Εδωμ.

Genèse : Κεφάλαιο 36

Η γενεαλογία του Esau στη Γένεση Κεφάλαιο 36

Το Κεφάλαιο 36 της Genesis παρουσιάζει τη γενεαλογία του Ησαύ, ενός σημαντικού αριθμού στην βιβλική ιστορία. Αλλά ποιος είναι ο ρόλος που παίζει αυτή η γενεαλογία στη μεγάλη θεία αφήγηση; Αυτό το κείμενο, πλούσιο σε λεπτομέρεια, απαριθμεί τους απογόνους του Esau, επίσης γνωστού ως Edom, καθώς και των ηγετών που προέκυψαν από την γενεαλογία του. Μέσα από αυτό το κεφάλαιο μπορούμε να παρατηρήσουμε την εκπλήρωση της υπόσχεσης του Θεού να δημιουργήσει τον Ησαύ ως έθνος, ενώ συγκρίνουμε με τη γενεαλογία που επέλεξε ο Ιακώβ.

Ιστορικό πλαίσιο

Η Γένεση Κεφάλαιο 36 παρέχει κρίσιμο ιστορικό πλαίσιο για την κατανόηση των μελλοντικών αλληλεπιδράσεων μεταξύ του Ισραήλ και του Έντομ. Ο Ησαύ, ως πατέρας του έθνους του Εδουμίτη, καταλαμβάνει σημαντική θέση στις σχέσεις μεταξύ των απογόνων του Αβραάμ. Σας προσκαλούμε να εξερευνήσετε πέντε αποσπάσματα της Βίβλου που αντηχούν με τα ιστορικά θέματα αυτού του αποκαλυπτικού κεφαλαίου.

Συσχετισμένα βιβλικά περάσματα

1 Χρονικά 1:35 Αυτός ο στίχος συνοψίζει τη γενεαλογία του Esau, όπως παρουσιάζεται στο Κεφάλαιο 36 της Γένεσης, υπογραμμίζοντας τη συνεχιζόμενη σημασία αυτών των αρχείων στη βιβλική αφήγηση.

malachi 1: 2-3 : "Τους αγαπούσα, λέει ο Κύριος. Δεν ήταν ο αδελφός του Ησαύα Ιακώβ; Αυτό το απόσπασμα μας προσκαλεί να σκεφτούμε τη θεϊκή επιλογή μεταξύ του Ιακώβ και του Ησαύ, των οποίων οι απόγονοι αναφέρονται στη Γένεση 36.

Obadiah 1: 1 : "Ένα όραμα του Obadiah. Edom, υπογραμμίζοντας τη σημασία της γραμμής του Esau, όπως περιγράφεται στο κεφάλαιο 36.

romachi 9:13 : "Όπως είναι γραμμένο, ο Jacob μου άρεσε, αλλά ο Esau που απέρριψα.

Εβραίους 12:16 Αυτό το απόσπασμα παραπέμπει στην ιστορία του Esau, του οποίου η γενεαλογία περιγράφεται στη Γένεση 36, που απεικονίζει ένα αρνητικό παράδειγμα που πρέπει να αποφευχθεί.

Συμπέρασμα

Καθώς διερευνούμε τη γενεαλογία του Esau και τις συνέπειές της, καλούμε να διαλογίζουμε τις επιλογές που κάνουμε και τις αιώνιες συνέπειές τους. Η γενεαλογία του Ησαύ, αν και απορρίφθηκε, μας θυμίζει την κυριαρχία του Θεού και τη σημασία της παραμένοντας πιστούς στην πνευματική μας κληρονομιά.