Deutéronome - Κεφάλαιο 34

Deutéronome 34.1 καὶ ἀνέβη Μωυσῆς ἀπὸ Αραβωθ Μωαβ ἐπὶ τὸ ὄρος Ναβαυ ἐπὶ κορυφὴν Φασγα ἥ ἐστιν ἐπὶ προσώπου Ιεριχω καὶ ἔδειξεν αὐτῷ κύριος πᾶσαν τὴν γῆν Γαλααδ ἕως Δαν. Deutéronome 34.2 καὶ πᾶσαν τὴν γῆν Νεφθαλι καὶ πᾶσαν τὴν γῆν Εφραιμ καὶ Μανασση καὶ πᾶσαν τὴν γῆν Ιουδα ἕως τῆς θαλάσσης τῆς ἐσχάτης. Deutéronome 34.3 καὶ τὴν ἔρημον καὶ τὰ περίχωρα Ιεριχω πόλιν φοινίκων ἕως Σηγωρ. Deutéronome 34.4 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν αὕτη ἡ γῆ ἣν ὤμοσα Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ λέγων τῷ σπέρματι ὑμῶν δώσω αὐτήν καὶ ἔδειξα αὐτὴν τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ. Deutéronome 34.5 καὶ ἐτελεύτησεν Μωυσῆς οἰκέτης κυρίου ἐν γῇ Μωαβ διὰ ῥήματος κυρίου. Deutéronome 34.6 καὶ ἔθαψαν αὐτὸν ἐν Γαι ἐν γῇ Μωαβ ἐγγὺς οἴκου Φογωρ καὶ οὐκ οἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης. Deutéronome 34.7 Μωυσῆς δὲ ἦν ἑκατὸν καὶ εἴκοσι ἐτῶν ἐν τῷ τελευτᾶν αὐτόν οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ οὐδὲ ἐφθάρησαν τὰ χελύνια αὐτοῦ. Deutéronome 34.8 καὶ ἔκλαυσαν οἱ υἱοὶ Ισραηλ τὸν Μωυσῆν ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω τριάκοντα ἡμέρας καὶ συνετελέσθησαν αἱ ἡμέραι πένθους κλαυθμοῦ Μωυσῆ. Deutéronome 34.9 καὶ Ἰησοῦς υἱὸς Ναυη ἐνεπλήσθη πνεύματος συνέσεως ἐπέθηκεν γὰρ Μωυσῆς τὰς χεῖρας αὐτοῦ ἐπ’ αὐτόν καὶ εἰσήκουσαν αὐτοῦ οἱ υἱοὶ Ισραηλ καὶ ἐποίησαν καθότι ἐνετείλατο κύριος τῷ Μωυσῇ. Deutéronome 34.10 καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ισραηλ ὡς Μωυσῆς ὃν ἔγνω κύριος αὐτὸν πρόσωπον κατὰ πρόσωπον. Deutéronome 34.11 ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασιν ὃν ἀπέστειλεν αὐτὸν κύριος ποιῆσαι αὐτὰ ἐν γῇ Αἰγύπτῳ Φαραω καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ. Deutéronome 34.12 τὰ θαυμάσια τὰ μεγάλα καὶ τὴν χεῖρα τὴν κραταιάν ἃ ἐποίησεν Μωυσῆς ἔναντι παντὸς Ισραηλ.

Deutéronome : Κεφάλαιο 34

Lisez κεφάλαιο 34 de Deutéronome (Ancien testament en grec - Septante). Aperçu: καὶ ἀνέβη Μωυσῆς ἀπὸ Αραβωθ Μωαβ ἐπὶ τὸ ὄρος Ναβαυ ἐπὶ κορυφὴν Φασγα ἥ ἐστιν ἐπὶ προσώπου Ιεριχω καὶ ἔδειξεν αὐτῷ κύριος πᾶσαν τὴν γῆν Γαλααδ ἕως Δαν....