1 Chroniques - Κεφάλαιο 3

1 Chroniques 3.1 καὶ οὗτοι ἦσαν υἱοὶ Δαυιδ οἱ τεχθέντες αὐτῷ ἐν Χεβρων ὁ πρωτότοκος Αμνων τῇ Αχινααμ τῇ Ιεζραηλίτιδι ὁ δεύτερος Δανιηλ τῇ Αβιγαια τῇ Καρμηλίᾳ. 1 Chroniques 3.2 ὁ τρίτος Αβεσσαλωμ υἱὸς Μωχα θυγατρὸς Θολμαι βασιλέως Γεδσουρ ὁ τέταρτος Αδωνια υἱὸς Αγγιθ. 1 Chroniques 3.3 ὁ πέμπτος Σαφατια τῆς Αβιταλ ὁ ἕκτος Ιεθρααμ τῇ Αγλα γυναικὶ αὐτοῦ. 1 Chroniques 3.4 ἓξ ἐγεννήθησαν αὐτῷ ἐν Χεβρων καὶ ἐβασίλευσεν ἐκεῖ ἑπτὰ ἔτη καὶ ἑξάμηνον καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ. 1 Chroniques 3.5 καὶ οὗτοι ἐτέχθησαν αὐτῷ ἐν Ιερουσαλημ Σαμαα Σωβαβ Ναθαν καὶ Σαλωμων τέσσαρες τῇ Βηρσαβεε θυγατρὶ Αμιηλ. 1 Chroniques 3.6 καὶ Ιβααρ καὶ Ελισαμα καὶ Ελιφαλετ. 1 Chroniques 3.7 καὶ Ναγε καὶ Ναφαγ καὶ Ιανουε. 1 Chroniques 3.8 καὶ Ελισαμα καὶ Ελιαδα καὶ Ελιφαλετ ἐννέα. 1 Chroniques 3.9 πάντες υἱοὶ Δαυιδ πλὴν τῶν υἱῶν τῶν παλλακῶν καὶ Θημαρ ἀδελφὴ αὐτῶν. 1 Chroniques 3.10 υἱοὶ Σαλωμων Ροβοαμ Αβια υἱὸς αὐτοῦ Ασα υἱὸς αὐτοῦ Ιωσαφατ υἱὸς αὐτοῦ. 1 Chroniques 3.11 Ιωραμ υἱὸς αὐτοῦ Οχοζια υἱὸς αὐτοῦ Ιωας υἱὸς αὐτοῦ. 1 Chroniques 3.12 Αμασιας υἱὸς αὐτοῦ Αζαρια υἱὸς αὐτοῦ Ιωαθαν υἱὸς αὐτοῦ. 1 Chroniques 3.13 Αχαζ υἱὸς αὐτοῦ Εζεκιας υἱὸς αὐτοῦ Μανασσης υἱὸς αὐτοῦ. 1 Chroniques 3.14 Αμων υἱὸς αὐτοῦ Ιωσια υἱὸς αὐτοῦ. 1 Chroniques 3.15 καὶ υἱοὶ Ιωσια πρωτότοκος Ιωαναν ὁ δεύτερος Ιωακιμ ὁ τρίτος Σεδεκια ὁ τέταρτος Σαλουμ. 1 Chroniques 3.16 καὶ υἱοὶ Ιωακιμ Ιεχονιας υἱὸς αὐτοῦ Σεδεκιας υἱὸς αὐτοῦ. 1 Chroniques 3.17 καὶ υἱοὶ Ιεχονια-ασιρ Σαλαθιηλ υἱὸς αὐτοῦ. 1 Chroniques 3.18 Μελχιραμ καὶ Φαδαιας καὶ Σανεσαρ καὶ Ιεκεμια καὶ Ωσαμω καὶ Δενεθι. 1 Chroniques 3.19 καὶ υἱοὶ Σαλαθιηλ Ζοροβαβελ καὶ Σεμεϊ καὶ υἱοὶ Ζοροβαβελ Μοσολλαμος καὶ Ανανια καὶ Σαλωμιθ ἀδελφὴ αὐτῶν. 1 Chroniques 3.20 καὶ Ασουβε καὶ Οολ καὶ Βαραχια καὶ Ασαδια καὶ Ασοβαεσδ πέντε. 1 Chroniques 3.21 καὶ υἱοὶ Ανανια Φαλλετια καὶ Ισαια υἱὸς αὐτοῦ Ραφαια υἱὸς αὐτοῦ Ορνα υἱὸς αὐτοῦ Αβδια υἱὸς αὐτοῦ Σεχενια υἱὸς αὐτοῦ. 1 Chroniques 3.22 καὶ υἱὸς Σεχενια Σαμαια καὶ υἱοὶ Σαμαια Χαττους καὶ Ιωηλ καὶ Μαρι καὶ Νωαδια καὶ Σαφαθ ἕξ. 1 Chroniques 3.23 καὶ υἱοὶ Νωαδια Ελιθεναν καὶ Εζεκια καὶ Εζρικαμ τρεῖς. 1 Chroniques 3.24 καὶ υἱοὶ Ελιθεναν Οδουια καὶ Ελιασιβ καὶ Φαλαια καὶ Ακουν καὶ Ιωαναν καὶ Δαλαια καὶ Ανανι ἑπτά.

1 Chroniques : Κεφάλαιο 3

Lisez κεφάλαιο 3 de 1 Chroniques (Ancien testament en grec - Septante). Aperçu: καὶ οὗτοι ἦσαν υἱοὶ Δαυιδ οἱ τεχθέντες αὐτῷ ἐν Χεβρων ὁ πρωτότοκος Αμνων τῇ Αχινααμ τῇ Ιεζραηλίτιδι ὁ δεύτερος Δανιηλ τῇ Αβιγαια τῇ Καρμηλίᾳ....