1 Chroniques - Κεφάλαιο 14

1 Chroniques 14.1 καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυιδ καὶ ξύλα κέδρινα καὶ οἰκοδόμους τοίχων καὶ τέκτονας ξύλων τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον. 1 Chroniques 14.2 καὶ ἔγνω Δαυιδ ὅτι ἡτοίμησεν αὐτὸν κύριος ἐπὶ Ισραηλ ὅτι ηὐξήθη εἰς ὕψος ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ισραηλ. 1 Chroniques 14.3 καὶ ἔλαβεν Δαυιδ ἔτι γυναῖκας ἐν Ιερουσαλημ καὶ ἐτέχθησαν Δαυιδ ἔτι υἱοὶ καὶ θυγατέρες. 1 Chroniques 14.4 καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῶν τεχθέντων οἳ ἦσαν αὐτῷ ἐν Ιερουσαλημ Σαμαα Ισοβααμ Ναθαν Σαλωμων. 1 Chroniques 14.5 καὶ Ιβααρ καὶ Ελισαε καὶ Ελιφαλετ. 1 Chroniques 14.6 καὶ Ναγε καὶ Ναφαγ καὶ Ιανουου. 1 Chroniques 14.7 καὶ Ελισαμαε καὶ Βαλεγδαε καὶ Ελιφαλετ. 1 Chroniques 14.8 καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι ἐχρίσθη Δαυιδ βασιλεὺς ἐπὶ πάντα Ισραηλ καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητῆσαι τὸν Δαυιδ καὶ ἤκουσεν Δαυιδ καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς. 1 Chroniques 14.9 καὶ ἀλλόφυλοι ἦλθον καὶ συνέπεσον ἐν τῇ κοιλάδι τῶν γιγάντων. 1 Chroniques 14.10 καὶ ἠρώτησεν Δαυιδ διὰ τοῦ θεοῦ λέγων εἰ ἀναβῶ ἐπὶ τοὺς ἀλλοφύλους καὶ δώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου καὶ εἶπεν αὐτῷ κύριος ἀνάβηθι καὶ δώσω αὐτοὺς εἰς τὰς χεῖράς σου. 1 Chroniques 14.11 καὶ ἀνέβη εἰς Βααλφαρασιν καὶ ἐπάταξεν αὐτοὺς ἐκεῖ Δαυιδ καὶ εἶπεν Δαυιδ διέκοψεν ὁ θεὸς τοὺς ἐχθρούς μου ἐν χειρί μου ὡς διακοπὴν ὕδατος διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Διακοπὴ φαρασιν. 1 Chroniques 14.12 καὶ ἐγκατέλιπον ἐκεῖ τοὺς θεοὺς αὐτῶν καὶ εἶπεν Δαυιδ κατακαῦσαι αὐτοὺς ἐν πυρί. 1 Chroniques 14.13 καὶ προσέθεντο ἔτι ἀλλόφυλοι καὶ συνέπεσαν ἔτι ἐν τῇ κοιλάδι τῶν γιγάντων. 1 Chroniques 14.14 καὶ ἠρώτησεν Δαυιδ ἔτι ἐν θεῷ καὶ εἶπεν αὐτῷ ὁ θεός οὐ πορεύσῃ ὀπίσω αὐτῶν ἀποστρέφου ἀπ’ αὐτῶν καὶ παρέσῃ αὐτοῖς πλησίον τῶν ἀπίων. 1 Chroniques 14.15 καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συσσεισμοῦ τῶν ἄκρων τῶν ἀπίων τότε ἐξελεύσῃ εἰς τὸν πόλεμον ὅτι ἐξῆλθεν ὁ θεὸς ἔμπροσθέν σου τοῦ πατάξαι τὴν παρεμβολὴν τῶν ἀλλοφύλων. 1 Chroniques 14.16 καὶ ἐποίησεν καθὼς ἐνετείλατο αὐτῷ ὁ θεός καὶ ἐπάταξεν τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἀπὸ Γαβαων ἕως Γαζαρα. 1 Chroniques 14.17 καὶ ἐγένετο ὄνομα Δαυιδ ἐν πάσῃ τῇ γῇ καὶ κύριος ἔδωκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάντα τὰ ἔθνη.

1 Chroniques : Κεφάλαιο 14

Lisez κεφάλαιο 14 de 1 Chroniques (Ancien testament en grec - Septante). Aperçu: καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυιδ καὶ ξύλα κέδρινα καὶ οἰκοδόμους τοίχων καὶ τέκτονας ξύλων τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον....